previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14]

Ἐπειδὴ τοίνυν Ἀντίπατρος οὐ προσέχοντα ἑώρα τοῖς λόγοις τὸν Ὑρκανόν, οὐ διέλιπεν ἑκάστης ἡμέρας πλαττόμενος καὶ διαβάλλων πρὸς αὐτὸν τὸν Ἀριστόβουλον ὡς ἀποκτεῖναι θέλοντα, καὶ μόλις ἐγκείμενος πείθει πρὸς Ἀρέταν αὐτῷ συμβουλεύσας φυγεῖν τὸν Ἀράβων βασιλέα: πεισθέντι γὰρ ἔσεσθαι καὶ αὐτὸς σύμμαχος ὑπισχνεῖτο. [15] δὲ ταῦτ᾽ ἀκούων συμφέρειν ἦν ἐπὶ τῷ πρὸς τὸν Ἀρέταν ἀποδρᾶναι, ἔστιν δὲ ὅμορος τῇ Ἰουδαίᾳ Ἀραβία, καὶ δὴ πέμπει πρῶτον Ὑρκανὸς πρὸς τὸν τῶν Ἀράβων βασιλέα τὸν Ἀντίπατρον ληψόμενον πίστεις, ὡς οὐκ ἐκδώσει τοῖς ἐχθροῖς ἱκέτην αὐτοῦ γενόμενον. [16] λαβὼν δὲ τὰς πίστεις Ἀντίπατρος ὑπέστρεψε πρὸς Ὑρκανὸν εἰς Ἱεροσόλυμα, καὶ μετ᾽ οὐ πολὺ παραλαβὼν αὐτὸν καὶ τῆς πόλεως ὑπεξελθὼν νύκτωρ καὶ πολλὴν ἀνύσας ὁδὸν ἧκεν ἄγων εἰς τὴν καλουμένην Πέτραν, ὅπου τὰ βασίλεια ἦν τῷ Ἀρέτᾳ. [17] μάλιστα δὲ ὢν φίλος τῷ βασιλεῖ κατάγειν τὸν Ὑρκανὸν εἰς τὴν Ἰουδαίαν παρεκάλει: καὶ τοῦθ᾽ ἑκάστης ἡμέρας ποιῶν καὶ οὐκ ἀνιείς, ἀλλὰ καὶ δωρεὰς προϊέμενος, πείθει τὸν Ἀρέταν. [18] οὐ μὴν ἀλλὰ καὶ Ὑρκανὸς ὑπέσχετο αὐτῷ καταχθεὶς καὶ τὴν βασιλείαν κομισάμενος ἀποδώσειν τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις, ἃς Ἀλέξανδρος πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. ἦσαν δ᾽ αὗται Μήδαβα, Λιββα, Ναβαλώθ, Ἀραβαθα, Γαλανθώνη, Ζωϊρα, Ὠρωναιδιγωβασιλισσαρυδδα, Αλουσα, Ωρυβδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: