previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[249]

Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τούς ποτε βασιλεῖς ὑπερέβαλεν, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δ᾽ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο. [250] γίνεται δ᾽ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία, καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχεν. καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. μάρτυς δὲ τούτων ἡμῖν ἐστιν καὶ Νικόλαος Δαμασκηνὸς οὕτως ἱστορῶν: [251]τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν αὐτόθι ἔμεινεν ἡμέρας δύο δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν.’ καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων: [252] ἐνέστη γὰρ πεντηκοστὴ ἑορτὴ μετὰ τὸ σάββατον, οὐκ ἔξεστι δ᾽ ἡμῖν οὔτε τοῖς σαββάτοις οὔτ᾽ ἐν τῇ ἑορτῇ ὁδεύειν. [253] συμβαλὼν δ᾽ Ἀντίοχος Ἀρσάκῃ τῷ Πάρθῳ πολλήν τε τῆς στρατιᾶς ἀπέβαλεν καὶ αὐτὸς ἀπόλλυται, τὴν δὲ τῶν Σύρων βασιλείαν ἀδελφὸς αὐτοῦ διαδέχεται Δημήτριος Ἀρσάκου αὐτὸν ἐκ τῆς αἰχμαλωσίας ἀπολύσαντος καθ᾽ ὃν χρόνον Ἀντίοχος εἰς τὴν Παρθυηνὴν ἐνέβαλεν, ὡς καὶ πρότερον ἐν ἄλλοις δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: