previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[236]

Ἀντίοχος δὲ χαλεπῶς ἔχων ἐφ᾽ οἷς ὑπὸ Σίμωνος ἔπαθεν εἰς τὴν Ἰουδαίαν ἐνέβαλεν τετάρτῳ μὲν ἔτει τῆς βασιλείας αὐτοῦ, πρώτῳ δὲ τῆς Ὑρκανοῦ ἀρχῆς, ὀλυμπιάδι ἑκατοστῇ καὶ ἑξηκοστῇ καὶ δευτέρᾳ. [237] δῃώσας δὲ τὴν χώραν τὸν Ὑρκανὸν εἰς αὐτὴν ἐνέκλεισε τὴν πόλιν, ἣν ἑπτὰ στρατοπέδοις περιλαβὼν ἤνυσε μὲν οὐδὲν ὅλως τὸ πρῶτον διά τε τὴν τῶν τειχῶν ὀχυρότητα καὶ δι᾽ ἀρετὴν τῶν ἐμπολιορκουμένων ἔτι γε μὴν ὕδατος ἀπορίαν, ἧς αὐτοὺς ἀπέλυσεν ὄμβρος κατενεχθεὶς πολὺς δυομένης πλειάδος. [238] κατὰ δὲ τὸ βόρειον μέρος τοῦ τείχους, καθ᾽ συνέβαινεν αὐτὸ καὶ ἐπίπεδον εἶναι, πύργους ἀναστήσας ἑκατὸν τριωρόφους ἀνεβίβασεν ἐπ᾽ αὐτοὺς στρατιωτικὰ τάγματα. [239] καὶ προσβολὰς ὁσημέραι ποιησάμενος τάφρον τε βαθεῖαν καὶ πολλὴν τὸ εὖρος καὶ διπλῆν τεμόμενος, ἀπετείχισεν τοὺς ἐνοικοῦντας. οἱ δὲ πολλὰς ἐκδρομὰς ἀντεπινοοῦντες, εἰ μὲν ἀφυλάκτοις που προσπέσοιεν τοῖς πολεμίοις, πολλὰ ἔδρων αὐτούς, αἰσθομένων δὲ ἀνεχώρουν εὐχερῶς. [240] ἐπεὶ δὲ βλαβερὰν κατενόησεν Ὑρκανὸς τὴν πολυανθρωπίαν, ἀναλισκομένων τε τῶν ἐπιτηδείων τάχιον ὑπ᾽ αὐτῆς καὶ μηδενὸς οἷον εἰκὸς ἐκ πολυχειρίας ἔργου γιγνομένου, τὸ μὲν ἀχρεῖον αὐτῆς ἀποκρίνας ἐξέβαλεν, ὅσον δ᾽ ἦν ἀκμαῖον καὶ μάχιμον τοῦτο μόνον κατέσχεν. [241] Ἀντίοχος μὲν οὖν τοὺς ἀπολεχθέντας ἐξελθεῖν ἐκώλυεν, οἱ δ᾽ ἐν τοῖς μεταξὺ τείχεσι κακούμενοι ταῖς βασάνοις ἀπέθνησκον οἰκτρῶς. ἐπιστάσης γε μὴν τῆς σκηνοπηγίας ἑορτῆς ἐλεοῦντες αὐτοὺς οἱ ἐντὸς πάλιν εἰσεδέξαντο. [242] πέμψαντος δ᾽ Ὑρκανοῦ πρὸς Ἀντίοχον καὶ σπονδὰς ἡμερῶν ἑπτὰ διὰ τὴν ἑορτὴν ἀξιώσαντος γενέσθαι, τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ εἴκων σπένδεται καὶ προσέτι θυσίαν εἰσέπεμψε μεγαλοπρεπῆ, ταύρους χρυσοκέρωτας καὶ μεστὰ παντοίων ἀρωμάτων ἐκπώματα χρύσεά τε καὶ ἀργύρεα. [243] καὶ τὴν μὲν θυσίαν δεξάμενοι παρὰ τῶν κομιζόντων οἱ πρὸς ταῖς πύλαις ὄντες ἄγουσιν εἰς τὸ ἱερόν, Ἀντίοχος δὲ τὴν στρατιὰν εἱστία, πλεῖστον Ἀντιόχου τοῦ Ἐπιφανοῦς διενέγκας, ὃς τὴν πόλιν ἑλὼν ὗς μὲν κατέθυσεν ἐπὶ τὸν βωμόν, τὸν νεὼν δὲ τῷ ζωμῷ τούτων περιέρρανε συγχέας τὰ Ἰουδαίων νόμιμα καὶ τὴν πάτριον αὐτῶν εὐσέβειαν, ἐφ᾽ οἷς ἐξεπολεμώθη τὸ ἔθνος καὶ ἀκαταλλάκτως εἶχεν. [244] τοῦτον μέντοι τὸν Ἀντίοχον δι᾽ ὑπερβολὴν τῆς θρησκείας Εὐσεβῆ πάντες ἐκάλεσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: