previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[109]

Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν: [110] ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον. [111] ἓν δ᾽ ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο: [112] μισοῦντες γὰρ τὸν Ἀλέξανδρον οἱ Ἀντιοχεῖς διὰ τὸν Ἀμμώνιον, ὡς δεδηλώκαμεν, ῥᾳδίως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ μὲν ἐκπεσὼν τῆς Ἀντιοχείας ἦλθεν εἰς Κιλικίαν. [113] ἐλθὼν δὲ πρὸς τοὺς Ἀντιοχεῖς Πτολεμαῖος βασιλεὺς ὑπ᾽ αὐτῶν καὶ τῶν στρατευμάτων ἀναδείκνυται καὶ ἀναγκασθεὶς δύο περιτίθεται διαδήματα, ἓν μὲν τὸ τῆς Ἀσίας, ἕτερον δὲ τὸ τῆς Αἰγύπτου. [114] χρηστὸς δὲ ὢν φύσει καὶ δίκαιος καὶ τῶν λαμπρῶν οὐκ ἐφιέμενος πρὸς δὲ τούτοις καὶ λογίσασθαι τὰ μέλλοντα συνετός, φείσασθαι τοῦ μὴ δόξαι εἶναι Ῥωμαίοις ἐπίφθονος ἔκρινεν, καὶ συναγαγὼν τοὺς Ἀντιοχεῖς εἰς ἐκκλησίαν πείθει δέξασθαι τὸν Δημήτριον αὐτούς, [115] λέγων οὐδενὸς μνησικακήσειν αὐτοῖς περὶ τοῦ πατρὸς αὐτὸν εὐεργετηθέντα, διδάσκαλός τε ἀγαθῶν καὶ ἡγεμὼν ἔσεσθαι αὐτῷ διωμολογήσατο καὶ φαύλοις ἐγχειροῦντι πράγμασιν οὐκ ἐπιτρέψειν ὑπέσχετο. αὐτῷ δ᾽ ἔφασκεν ἀρκεῖν τὴν τῆς Αἰγύπτου βασιλείαν. ταῦτ᾽ εἰπὼν πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: