previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[80]

Δημητρίου δ᾽ ἀποθανόντος ἐν τῇ μάχῃ, καθὼς ἐπάνω δεδηλώκαμεν, Ἀλέξανδρος τὴν τῆς Συρίας παραλαβὼν βασιλείαν γράφει τῷ Φιλομήτορι Πτολεμαίῳ μνηστευόμενος αὐτοῦ πρὸς γάμον τὴν θυγατέρα, δίκαιον εἶναι λέγων τῷ τὴν πατρῴαν ἀρχὴν κομισαμένῳ καὶ διὰ τὴν τοῦ θεοῦ πρόνοιαν εἰς αὐτὴν προαχθέντι καὶ κρατήσαντι Δημητρίου καὶ μηδὲ τἆλλα ἐσομένῳ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀναξίῳ συνάψαι συγγένειαν. [81] Πτολεμαῖος δὲ προσδεξάμενος ἡδέως τὴν μνηστείαν ἀντιγράφει χαίρειν τε λέγων ἐπὶ τῷ τὴν ἀρχὴν αὐτῷ πατρῴαν οὖσαν ἀπειληφέναι, καὶ τὴν θυγατέρα δώσειν ὑπισχνεῖται, ἀπαντᾶν δ᾽ αὐτὸν εἰς Πτολεμαΐδα τὴν θυγατέρα μέλλοντι ἄγειν ἐκέλευσεν: αὐτὸς γὰρ αὐτὴν μέχρι ταύτης παραπέμψειν ἀπ᾽ Αἰγύπτου κἀκεῖ συνοικίσειν αὐτῷ τὴν παῖδα. [82] καὶ Πτολεμαῖος μὲν ταῦτα γράψας παραγίνεται μετὰ σπουδῆς εἰς Πτολεμαΐδα καὶ Κλεοπάτραν ἄγων τὴν θυγατέρα. εὑρὼν δ᾽ ἐκεῖ τὸν Ἀλέξανδρον καθὼς ἐπέστειλεν προαπηντηκότα δίδωσιν αὐτῷ τὴν παῖδα καὶ φερνὴν ἄργυρόν τε καὶ χρυσὸν ὅσον εἰκὸς ἦν δοῦναι βασιλέα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: