previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[213]

Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν: δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν. [214] τοσαύτη δ᾽ ἦν τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστ᾽ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου: εὐτύχησαν γὰρ ἐπ᾽ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν. [215] κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφ᾽ οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον τὸ ἱερόν. [216] καὶ δὴ τοῦτ᾽ ἔπειθεν εἰς ἐκκλησίαν καλέσας τὸ πλῆθος ὑπ᾽ αὐτοῦ γίνεσθαι, ὧν τε ἔπαθον ὑπὸ τῶν φρουρῶν καὶ τῶν φυγάδων Ἰουδαίων ὑπομιμνήσκων, τε πάθοιεν ἄν, εἰ πάλιν κατάσχοι τὴν βασιλείαν ἀλλόφυλος φρουρᾶς ἐν αὐτῇ κατασταθείσης. [217] ταῦτα λέγων πείθει τὸ πλῆθος παραινῶν αὐτῷ τὰ συμφέροντα. καὶ πάντες προσβαλόντες καθῄρουν τὸ ὄρος καὶ μήτε νυκτὸς μήθ᾽ ἡμέρας ἀπολυόμενοι τοῦ ἔργου τρισὶν αὐτὸ τοῖς πᾶσιν ἔτεσιν κατήγαγον εἰς ἔδαφος καὶ πεδινὴν λειότητα. καὶ τὸ λοιπὸν ἐξεῖχεν ἁπάντων τὸ ἱερὸν τῆς ἄκρας καὶ τοῦ ὄρους ἐφ᾽ ἦν καθῃρημένων. καὶ τὰ μὲν ἐπὶ Σίμωνος πραχθέντα τοῦτον εἶχεν τὸν τρόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: