previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[203]

δὲ Τρύφων ἄρας ἐκ Πτολεμαΐδος μετὰ στρατιᾶς πολλῆς εἰς τὴν Ἰουδαίαν παραγίνεται καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. ἀπήντησε δ᾽ αὐτῷ καὶ Σίμων μετὰ τῆς αὐτοῦ δυνάμεως εἰς Ἄδδιδα πόλιν, ἥτις ἐπ᾽ ὄρους κειμένη τυγχάνει, ὑφ᾽ ἧς ὑπόκειται τὰ τῆς Ἰουδαίας πεδία. [204] γνοὺς δὲ Τρύφων ἡγεμόνα τὸν Σίμωνα ὑπὸ τῶν Ἰουδαίων καθεσταμένον ἔπεμψεν πρὸς αὐτὸν καὶ τοῦτον ἀπάτῃ καὶ δόλῳ περιελθεῖν βουλόμενος, κελεύων αὐτόν, εἰ θέλει λυθῆναι τὸν ἀδελφὸν Ἰωνάθην, πέμψαι τάλαντα ἑκατὸν ἀργυρίου καὶ δύο τῶν παίδων τῶν Ἰωνάθου ὁμήρους, ὅπως μὴ ἀφεθεὶς ἀποστήσῃ τὴν Ἰουδαίαν βασιλέως: ἄρτι γὰρ αὐτὸν διὰ τὸ ἀργύριον, τῷ βασιλεῖ χρησάμενος ὤφειλε, φυλάττεσθαι δεδεμένον. [205] δὲ Σίμων τὴν τέχνην τὴν τοῦ Τρύφωνος οὐκ ἠγνόησεν, ἀλλὰ συνεὶς ὅτι καὶ τὸ ἀργύριον ἀπολέσει δοὺς καὶ τὸν ἀδελφὸν οὐ λύσει, μετ᾽ αὐτοῦ δὲ καὶ τοὺς παῖδας ἐκδώσει τῷ πολεμίῳ, φοβούμενος δέ, μὴ διαβληθῇ πρὸς τὸ πλῆθος ὡς αἴτιος αὐτὸς τἀδελφῷ θανάτου γενόμενος, ὅτι μήτε τὰ χρήματα μήτε τοὺς υἱοὺς ἔδωκεν ὑπὲρ αὐτοῦ, συναγαγὼν τὴν στρατιὰν ἐδήλωσεν αὐτῇ τὰ παρὰ τοῦ Τρύφωνος, [206] εἰπὼν ὅτι ταῦτα καὶ ἐνέδραν καὶ ἐπιβουλὴν ἔχει: ὅμως αἱρετώτερον εἶναι πέμψαι τὰ χρήματ᾽ αὐτῷ καὶ τοὺς υἱοὺς τοῖς ὑπὸ Τρύφωνος προβαλλομένοις μὴ ὑπακούσαντα λαβεῖν αἰτίαν ὡς τὸν ἀδελφὸν σῶσαι μὴ θελήσας. καὶ Σίμων μὲν τούς τε Ἰωνάθου παῖδας ἐξέπεμψεν καὶ τὰ χρήματα. [207] λαβὼν δὲ Τρύφων οὐκ ἐτήρησεν τὴν πίστιν οὐδὲ ἀπέλυσε τὸν Ἰωνάθην, ἀλλὰ τὴν στρατιὰν ἀναλαβὼν ἐκπεριῆλθε τὴν χώραν καὶ διὰ τῆς Ἰδουμαίας ἀναβαίνειν διεγνώκει τὸ λοιπὸν εἰς Ἱεροσόλυμα, καὶ παραγενόμενος ἧκεν εἰς Ἄδωρα πόλιν τῆς Ἰδουμαίας. ἀντιπαρῆγεν δ᾽ Σίμων μετὰ τῆς στρατιᾶς ἀεὶ καταστρατοπεδευόμενος ἐξ ἐναντίας αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: