previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[191]

μὲν οὖν Ἰωνάθης οὐδὲν τούτων ὑπονοήσας, ἀλλ᾽ ὑπ᾽ εὐνοίας καὶ γνώμης ἀληθοῦς τὸν Τρύφωνα συμβουλεῦσαι ταῦτα πιστεύσας τὴν μὲν στρατιὰν ἀπέλυσεν, τρισχιλίους δὲ κατασχὼν μόνους τοὺς μὲν δισχιλίους ἐν τῇ Γαλιλαίᾳ κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν χιλίων ἧκεν εἰς Πτολεμαΐδα σὺν Τρύφωνι. [192] τῶν δ᾽ ἐν τῇ Πτολεμαΐδι κλεισάντων τὰς πύλας, τοῦτο γὰρ ἦν αὐτοῖς ὑπὸ τοῦ Τρύφωνος προστεταγμένον, Ἰωνάθην ἐζώγρησεν, τοὺς δὲ σὺν αὐτῷ πάντας ἀπέκτεινεν. ἔπεμψεν δὲ καὶ ἐπὶ τοὺς ἐν τῇ Γαλιλαίᾳ καταλειφθέντας δισχιλίους, ὅπως ἂν καὶ τούτους ἀπολέσωσιν: [193] ἀλλ᾽ οὗτοι μὲν ὑπὸ φήμης τῶν περὶ τὸν Ἰωνάθην συμβεβηκότων ἔφθησαν πρὶν τοὺς ὑπὸ Τρύφωνος ἀπεσταλμένους ἀφικέσθαι φραξάμενοι τοῖς ὅπλοις ἐκ τῆς χώρας ἀπελθεῖν. οἱ δ᾽ ἐπ᾽ αὐτοὺς πεμφθέντες ἰδόντες ἑτοίμους ὑπὲρ τῶν ψυχῶν ἀγωνίζεσθαι μηδὲν αὐτοῖς ἐνοχλήσαντες πρὸς τὸν Τρύφωνα ὑπέστρεψαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: