previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[35]

Ἔτει δ᾽ ἑξηκοστῷ καὶ ἑκατοστῷ τὸν Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸν Ἀλέξανδρον ἀναβάντα εἰς Συρίαν συνέβη καταλαβέσθαι Πτολεμαΐδα ἐκ προδοσίας τῶν ἔνδον στρατιωτῶν: ἀπεχθῶς γὰρ εἶχον πρὸς τὸν Δημήτριον διὰ τὴν ὑπερηφανίαν αὐτοῦ καὶ τὸ δυσέντευκτον. [36] ἀποκλείσας γὰρ αὑτὸν εἰς τετραπύργιόν τι βασίλειον, κατεσκεύασεν αὐτὸς οὐκ ἄπωθεν τῆς Ἀντιοχείας, οὐδένα προσίετο, ἀλλὰ περὶ τὰ πράγματα ῥάθυμος ἦν καὶ ὀλίγωρος, ὅθεν αὐτῷ καὶ μᾶλλον τὸ παρὰ τῶν ὑποτεταγμένων μῖσος ἐξήφθη, καθὼς ἤδη καὶ ἐν ἄλλοις δεδηλώκαμεν. [37] γενόμενον οὖν ἐν Πτολεμαΐδι τὸν Ἀλέξανδρον ἀκούσας Δημήτριος ἦγεν ἅπασαν ἀναλαβὼν ἐπ᾽ αὐτὸν τὴν δύναμιν. ἔπεμψεν δὲ καὶ πρὸς Ἰωνάθην πρέσβεις περὶ συμμαχίας καὶ εὐνοίας: φθάσαι γὰρ τὸν Ἀλέξανδρον διέγνω, μὴ προδιαλεχθεὶς ἐκεῖνος αὐτῷ σχῇ τὴν παρ᾽ αὐτοῦ βοήθειαν. [38] τοῦτο δ᾽ ἐποίει φοβηθείς, μὴ μνησικακήσας Ἰωνάθης αὐτῷ τῆς ἔχθρας συνεπιθῆται. προσέταξεν οὖν αὐτῷ συναθροίζειν δύναμιν καὶ κατασκευάζειν ὅπλα καὶ τοὺς ὁμήρους, οὓς τῶν Ἰουδαίων ἐνέκλεισε Βακχίδης ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων, ἀπολαβεῖν. [39] τοιούτων οὖν αὐτῷ τῶν παρὰ Δημητρίου προσπεσόντων Ἰωνάθης παραγενόμενος εἰς τὰ Ἱεροσόλυμα τὴν ἐπιστολὴν ἀνέγνω τοῦ βασιλέως ἀκουόντων τοῦ τε λαοῦ καὶ τῶν φρουρούντων τὴν ἀκρόπολιν. [40] ἀναγνωσθέντων δὲ τούτων οἱ ἀσεβεῖς καὶ φυγάδες οἱ ἐκ τῆς ἀκροπόλεως λίαν ἔδεισαν ἐπιτετροφότος Ἰωνάθῃ τοῦ βασιλέως στρατιὰν συλλέγειν καὶ τοὺς ὁμήρους ἀπολαβεῖν. δὲ τοῖς γονεῦσιν ἑκάστῳ τὸν ἴδιον ἀπέδωκεν. [41] καὶ οὕτως μὲν Ἰωνάθης ἐν Ἱεροσολύμοις τὴν μονὴν ἐποιεῖτο καινίζων τὰ κατὰ τὴν πόλιν καὶ πρὸς τὴν αὐτοῦ βούλησιν κατασκευάζων ἕκαστον. ἐκέλευσε γὰρ οἰκοδομηθῆναι καὶ τὰ τείχη τῆς πόλεως ἐκ λίθων τετραγώνων, ὡς ἂν καὶ πρὸς τοὺς πολέμους ἀσφαλέστερα. [42] ταῦτα δ᾽ ὁρῶντες οἱ τῶν φρουρίων τῶν ἐν τῇ Ἰουδαίᾳ φύλακες ἐκλιπόντες αὐτὰ πάντες ἔφυγον εἰς Ἀντιόχειαν πάρεξ τῶν ἐν Βαιθσούρᾳ πόλει καὶ τῶν ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων: οὗτοι γὰρ πλείων μοῖρα τῶν ἀσεβῶν καὶ πεφευγότων Ἰουδαίων ἦσαν καὶ διὰ τοῦτο τὰς φρουρὰς οὐκ ἐγκατέλιπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: