previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[422]

Μετὰ δὲ τοῦτο τῆς βασιλίσσης εἰς νόσον χαλεπὴν ἐμπεσούσης δόξαν Ἀριστοβούλῳ τοῖς πράγμασιν ἐπιτίθεσθαι τῆς νυκτὸς ὑπεξελθὼν μεθ᾽ ἑνὸς τῶν θεραπόντων ᾔει ἐπὶ τὰ φρούρια, ἵνα οἱ πατρῷοι κατετάχθησαν αὐτῷ φίλοι. [423] πάλαι γὰρ ἀχθόμενος οἷς ἔπραττεν μήτηρ πολὺ μᾶλλον ἔδεισε, μὴ ἀποθανούσης ἐπὶ τοῖς Φαρισαίοις τὸ πᾶν γένος αὐτοῖς ὑπάρξειεν: ἑώρα γὰρ τὸ ἀδύνατον τοῦ μέλλοντος διαδέχεσθαι τὴν ἀρχὴν ἀδελφοῦ. [424] ξυνῄδει δὲ γυνὴ μόνη τῇ πράξει, ἣν κατέλιπεν αὐτόθι μετὰ τῆς γενεᾶς. καὶ πρῶτον ἀφικόμενος εἰς Ἄγαβα, ἔνθα Γαλαίστης ἦν τῶν δυνατῶν, ὑπεδέχθη πρὸς αὐτοῦ. [425] μεθ᾽ ἡμέραν δὲ αἴσθησις γίνεται τῇ βασιλίσσῃ τῆς Ἀριστοβούλου φυγῆς, καὶ μέχρι τινὸς ᾤετο γεγονέναι τὴν ἀναχώρησιν οὐκ ἐπὶ νεωτερισμῷ: ὡς μέντοι ἧκον ἀπαγγέλλοντες ἄλλοι ἐπ᾽ ἄλλοις, ὅτι κατειλήφει τὸ πρῶτον χωρίον καὶ τὸ δεύτερον καὶ ξύμπαντα, εὐθὺς γὰρ ἑνὸς ἀρξαμένου πάντα ἠπείγετο πρὸς τὸ ἐκείνου βούλημα, τότε δὴ ἐν μεγίσταις ταραχαῖς ὑπῆρχεν τε βασίλισσα καὶ τὸ ἔθνος. [426] ᾔδεισαν γὰρ οὐ πόρρω τοῦ δύνασθαι τὴν ἀρχὴν αὐτῷ κρατῦναι τὸν Ἀριστόβουλον ὄντα, ἐδεδίεσάν τε, μὴ ποινὴν εἰσπράξαιτο ὧν παρῴνησαν αὐτῷ τὸν οἶκον. δόξαν οὖν τήν τε γυναῖκα αὐτοῦ καὶ γενεὰν εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον κατέθεσαν. [427] Ἀριστοβούλῳ δὲ ὡς ἂν ἐκ πολλῶν συχνὰ ἀνήχθη, ἀφ᾽ ὧν ἤδη καὶ κόσμος βασίλειος περὶ αὐτὸν ἦν: σχεδὸν γὰρ ἐν ἡμέραις δεκαπέντε χωρίων ἐκράτησεν εἰκοσιδύο, ὅθεν ἀφορμὰς ἔχων στρατιὰν ἤθροιζεν ἀπὸ Λιβάνου καὶ Τράχωνος καὶ τῶν μονάρχων: οἱ γὰρ ἄνθρωποι τῷ πλείονι ὑπαγόμενοι ῥᾳδίως ὑπήκουον: ἄλλως δὲ νομίζοντες, εἰ δὴ ξυλλάβοιεν αὐτῷ, τῶν μὴ προσδοκωμένων οὐχ ἧσσον καρπώσεσθαι τὴν βασιλείαν ὡς αὐτοὶ τοῦ κρατῆσαι πρόφασις γενηθέντες. [428] τῶν δὲ Ἰουδαίων οἱ πρεσβύτεροι καὶ Ὑρκανὸς ἐσῄεσαν ὡς τὴν βασίλισσαν καὶ ἐδέοντο ὑποθέσθαι γνώμην περὶ τῶν ἐνεστώτων: τὸν γὰρ Ἀριστόβουλον τῶν πάντων σχεδὸν ἤδη κυριεύειν, ὁπότε χωρίων τοσούτων κρατήσειεν: ἄτοπον δέ, εἰ καὶ τὰ μάλιστα κάμνοι, περιούσης αὐτῆς κατὰ σφᾶς βουλεύεσθαι: περιεστάναι δὲ τὸν κίνδυνον οὐ διὰ μακροῦ σφίσιν. [429] δὲ αὐτοὺς ἐκέλευσε πράττειν τι δοκοῦσι χρήσιμον εἶναι: πολλὰς δ᾽ ἀφορμὰς αὐτοῖς λείπεσθαι, τὸ ἔθνος ἐρρωμένον καὶ τὴν δύναμιν καὶ τὰ ἐν τοῖς γαζοφυλακίοις χρήματα: αὐτῇ μὲν γὰρ μικρὸν ἔτι μέλειν τῶν πραγμάτων ὡς ἂν ὑπολείποντος ἤδη τοῦ σώματος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: