previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[405]

δὲ Ἀλεξάνδρα τὸ φρούριον ἐξελοῦσα κατὰ τὰς τοῦ: ἀνδρὸς ὑποθήκας τοῖς τε Φαρισαίοις διελέχθη καὶ πάντα ἐπ᾽ ἐκείνοις θεμένη τά τε περὶ τοῦ νεκροῦ καὶ τῆς βασιλείας, τῆς μὲν ὀργῆς αὐτοὺς τῆς πρὸς Ἀλέξανδρον ἔπαυσεν, εὔνους δ᾽ ἐποίησεν καὶ φίλους. [406] οἱ δ᾽ εἰς τὸ πλῆθος παρελθόντες ἐδημηγόρουν τὰς πράξεις τὰς Ἀλεξάνδρου διηγούμενοι, καὶ ὅτι δίκαιος αὐτοῖς ἀπόλοιτο βασιλεύς, καὶ τὸν δῆμον εἰς πένθος καὶ τὴν ὑπὲρ αὐτοῦ κατήφειαν ἐξεκαλέσαντο τοῖς ἐπαίνοις, ὥστε καὶ λαμπρότερον τινα τῶν πρὸ αὐτοῦ βασιλέων αὐτὸν ἐκήδευσαν. [407] δύο μέντοι γε υἱοὺς Ἀλέξανδρος κατέλιπεν Ὑρκανὸν καὶ Ἀριστόβουλον, τὴν δὲ βασιλείαν εἰς τὴν Ἀλεξάνδραν διέθετο. τῶν δὲ παίδων Ὑρκανὸς μὲν ἀσθενὴς ἦν πράγματα διοικεῖν καὶ βίον ἡσύχιον μᾶλλον ἠγαπηκώς, δὲ νεώτερος Ἀριστόβουλος δραστήριός τε ἦν καὶ θαρσαλέος. ἐστέργετο μὲν οὖν ὑπὸ τοῦ πλήθους γυνὴ διὰ τὸ δοκεῖν ἐφ᾽ οἷς ἀνὴρ αὐτῆς ἐξήμαρτεν δυσχεραίνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: