previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[356]

δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει. [357] ταῦτα μὲν οὖν οὐ καταπλήττει τὸν Ἀλέξανδρον, ἀλλ᾽ ἐπιστρατεύει τοῖς θαλαττίοις μέρεσιν, Ῥαφείᾳ καὶ Ἀνθηδόνι, ἣν ὕστερον βασιλεὺς Ἡρώδης Ἀγριππιάδα προσηγόρευσεν, καὶ κατὰ κράτος εἷλεν καὶ ταύτην. [358] ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν. [359] Ἀπολλοδότου δὲ τοῦ στρατηγοῦ τῶν Γαζαίων μετὰ δισχιλίων ξένων καὶ μυρίων οἰκετῶν νύκτωρ ἐπιπεσόντος τῷ τῶν Ἰουδαίων στρατοπέδῳ ἐφ᾽ ὅσον μὲν ὑπῆρχεν νὺξ ἐνίκων οἱ Γαζαῖοι δόκησιν παρασχόντες τοῖς πολεμίοις ὡς ἐπεληλυθότος αὐτοῖς Πτολεμαίου, γενομένης δὲ ἡμέρας καὶ τῆς δόξης ἐλεγχθείσης μαθόντες οἱ Ἰουδαῖοι τἀληθὲς ἐπισυστρέφονται καὶ τοῖς Γαζαίοις προσβαλόντες ἀναιροῦσιν αὐτῶν περὶ χιλίους. [360] τῶν δὲ Γαζαίων ἀντεχόντων καὶ μήτε ὑπὸ τῆς ἐνδείας μήτε ὑπὸ τοῦ πλήθους τῶν ἀναιρουμένων ἐνδιδόντων, πᾶν γὰρ ὁτιοῦν ὑπέμενον παθεῖν ὑπὸ τῷ πολεμίῳ γενέσθαι, προσεπήγειρεν δ᾽ αὐτῶν τὴν προθυμίαν καὶ Ἀρέτας Ἀράβων βασιλεὺς ἐπίδοξος ὢν ἥξειν αὐτοῖς σύμμαχος. [361] ἀλλὰ συνέβη πρῶτον τὸν Ἀπολλόδοτον διαφθαρῆναι: Λυσίμαχος γὰρ ἀδελφὸς αὐτοῦ ζηλοτυπῶν αὐτὸν ἐπὶ τῷ παρὰ τοῖς πολίταις εὐδοκιμεῖν, κτείνας αὐτὸν καὶ στρατιωτικὸν συγκροτήσας ἐνδίδωσιν Ἀλεξάνδρῳ τὴν πόλιν. [362] δ᾽ εὐθὺς μὲν εἰσελθὼν ἠρέμει, μετὰ δὲ ταῦτα τὴν δύναμιν ἐπαφῆκε τοῖς Γαζαίοις ἐπιτρέψας τιμωρεῖν αὐτούς: οἱ δὲ ἄλλοι ἀλλαχῆ τρεπόμενοι τοὺς Γαζαίους ἀπέκτειναν. ἦσαν δ᾽ οὐδ᾽ ἐκεῖνοι τὰς ψυχὰς ἀγεννεῖς, ἀλλὰ καὶ τοῖς παραπίπτουσιν ἀμυνόμενοι τοὺς Ἰουδαίους οὐκ ἐλάττονας αὐτῶν διέφθειραν. [363] ἔνιοι δὲ μονούμενοι τὰς οἰκίας ἐνεπίμπρασαν, ὡς μηδὲν ἐξ αὐτῶν λάφυρον εἶναι τοῖς πολεμίοις λαβεῖν. οἱ δὲ καὶ τῶν τέκνων καὶ τῶν γυναικῶν αὐτόχειρες ἐγένοντο τῆς ὑπὸ τοῖς ἐχθροῖς αὐτὰ δουλείας οὕτως ἀπαλλάττειν ἠναγκασμένοι. [364] τῶν δὲ βουλευτῶν ἦσαν οἱ πάντες πεντακόσιοι συμφυγόντες εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν: συνεδρευόντων γὰρ τὴν ἐπίθεσιν συνέβη γενέσθαι: δὲ Ἀλέξανδρος τούτους τε ἀναιρεῖ καὶ τὴν πόλιν αὐτοῖς ἐπικατασκάψας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα ἐνιαυτῷ πολιορκήσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: