previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[330]

Ἐν τούτῳ δὲ τοὺς Πτολεμαιᾶς Δημαίνετος πιθανὸς ὢν αὐτοῖς τότε καὶ δημαγωγῶν μεταβαλέσθαι τὰς γνώμας ἐποίησεν, ἄμεινον εἶναι φήσας ἐπ᾽ ἀδήλῳ τῷ γενησομένῳ διακινδυνεύειν πρὸς τοὺς Ἰουδαίους μᾶλλον φανερὰν εἰσδέξασθαι δουλείαν δεσπότῃ παραδόντας αὑτούς, καὶ πρὸς τούτῳ μὴ τὸν παρόντα μόνον ἔχειν πόλεμον, ἀλλὰ καὶ πολὺ μείζω τὸν ἀπ᾽ Αἰγύπτου. [331] τὴν γὰρ Κλεοπάτραν οὐ περιόψεσθαι δύναμιν αὐτῷ κατασκευαζόμενον Πτολεμαῖον ἐκ γειτόνων, ἀλλ᾽ ἥξειν ἐπ᾽ αὐτοὺς μετὰ μεγάλης στρατιᾶς: σπουδάσαι γὰρ αὐτὴν ὥστε καὶ τῆς Κύπρου τὸν υἱὸν ἐκβαλεῖν: εἶναι δὲ Πτολεμαίῳ μὲν διαμαρτόντι τῆς ἐλπίδος ἀποφυγὴν πάλιν τὴν Κύπρον, αὐτοῖς δὲ κινδύνων τὸν ἔσχατον. [332] μὲν οὖν Πτολεμαῖος κατὰ τὸν πόρον μαθὼν τὴν τῶν Πτολεμαιῶν μεταβολὴν οὐδὲν ἧττον ἔπλευσεν καὶ καταχθεὶς εἰς τὴν καλουμένην Συκάμινον ἐνταυθοῖ τὴν δύναμιν ἐξεβίβασεν. [333] ἦν δὲ πᾶς στρατὸς αὐτῷ πεζοί τε ἅμα καὶ ἱππεῦσιν περὶ τρισμυρίους, οὓς προαγαγὼν πλησίον τῆς Πτολεμαΐδος καὶ στρατοπεδευσάμενος, ἐπεὶ μήτε τοὺς παρ᾽ αὐτοῦ πρέσβεις ἐδέχοντο μήτε τῶν λόγων ἠκροῶντο, μεγάλως ἐφρόντιζεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: