previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[324]

Καταστησάμενος δὲ τὴν ἀρχὴν ὃν ᾤετο συμφέρειν αὐτῷ τρόπον στρατεύει ἐπὶ Πτολεμαΐδα, τῇ δὲ μάχῃ κρατήσας ἐνέκλεισε τοὺς ἀνθρώπους εἰς τὴν πόλιν καὶ περικαθίσας αὐτοὺς ἐπολιόρκει. τῶν γὰρ ἐν τῇ παραλίᾳ Πτολεμαῒς αὐτῷ καὶ Γάζα μόναι χειρωθῆναι ὑπελείποντο, καὶ Ζώιλος δὲ κατασχὼν τὸν Στράτωνος πύργον τύραννος καὶ Δῶρα. [325] τοῦ δὲ Φιλομήτορος Ἀντιόχου καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου, ὃς ἐπεκαλεῖτο Κυζικηνός, πολεμούντων ἀλλήλους καὶ τὴν αὐτῶν δύναμιν ἀπολλύντων ἦν οὐδεμία τοῖς Πτολεμαεῦσιν βοήθεια παρ᾽ αὐτῶν. [326] ἀλλὰ πονουμένοις τῇ πολιορκίᾳ Ζώιλος τὸν Στράτωνος πύργον κατεσχηκὼς παρῆν καὶ τὰ Δῶρα σύνταγμα τρέφων στρατιωτικὸν καὶ τυραννίδι ἐπιχειρῶν διὰ τὴν τῶν βασιλέων πρὸς ἀλλήλους ἅμιλλαν μικρὰ τοῖς Πτολεμαιεῦσι παρεβοήθει: [327] οὐδὲ γὰρ οἱ βασιλεῖς οὕτως εἶχον οἰκείως πρὸς αὐτούς, ὥστ᾽ ἐλπίσαι τινὰ παρ᾽ αὐτῶν ὠφέλειαν. ἑκάτεροι γὰρ ταὐτὸν τοῖς ἀθληταῖς ἔπασχον, οἳ τῇ δυνάμει μὲν ἀπηγορευκότες αἰσχυνόμενοι δὲ παραχωρῆσαι διετέλουν ἀργίᾳ καὶ ἀναπαύσει διαφέροντες τὸν ἀγῶνα. [328] λοιπὴ δ᾽ αὐτοῖς ἐλπὶς ἦν παρὰ τῶν Αἰγύπτου βασιλέων καὶ τοῦ Κύπρον ἔχοντος Πτολεμαίου τοῦ Λαθούρου, ὃς ὑπὸ τῆς μητρὸς Κλεοπάτρας τῆς ἀρχῆς ἐκπεσὼν εἰς Κύπρον παρεγένετο. πέμψαντες οὖν πρὸς τοῦτον οἱ Πτολεμαιεῖς παρεκάλουν ἐλθόντα σύμμαχον ἐκ τῶν Ἀλεξάνδρου χειρῶν αὐτοὺς ῥύσασθαι κινδυνεύοντας. [329] ἐπελπισάντων δ᾽ αὐτὸν τῶν πρέσβεων, ὡς διαβὰς εἰς Συρίαν ἕξει Γαζαίους συνεστῶτας μετὰ τῶν Πτολεμαιῶν καὶ Ζώιλον, ἔτι γε μὴν Σιδωνίους καὶ πολλοὺς ἄλλους αὐτῷ συλλήψεσθαι λεγόντων, ἐπαρθεὶς πρὸς τὸν ἔκπλουν ἔσπευδεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: