previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[307]

Ἀριστόβουλος δὲ τούτοις ἄκων πειθόμενος καὶ τοῦ ἀνύποπτος εἶναι τἀδελφῷ προνοῶν καὶ τῆς ἀσφαλείας ἅμα φροντίζων, διίστησι τοὺς σωματοφύλακας ἔν τινι τῶν ὑπογείων ἀφωτίστῳ, κατέκειτο δὲ ἐν τῇ βάρει μετονομασθείσῃ δὲ Ἀντωνίᾳ, καὶ προσέταξεν ἀνόπλου μὲν ἅπτεσθαι μηδένα, κτείνειν δὲ τὸν Ἀντίγονον, ἂν ὡπλισμένος πρὸς αὐτὸν εἰσίῃ. [308] πέμπει μέντοι πρὸς Ἀντίγονον αὐτὸς ἄνοπλον αὐτὸν ἀξιῶν ἥκειν. δὲ βασίλισσα καὶ οἱ συνεπιβουλεύοντες αὐτῇ κατ᾽ Ἀντιγόνου πείθουσι τὸν πεμφθέντα τἀναντία λέγειν, ὡς ἀδελφὸς ἀκούσας, ὅτι κατασκευάσειεν ὅπλα καὶ κόσμον πολεμικόν, παραγίνεσθαι πρὸς αὐτὸν παρακαλεῖ ὡπλισμένον, ὅπως ἴδοι τὴν κατασκευήν. [309] δ᾽ Ἀντίγονος μηδὲν ὑπιδόμενος κακοῦργον, ἀλλὰ θαρρῶν τῇ παρὰ τἀδελφοῦ διαθέσει, ὡς εἶχεν ἐνδεδυμένος τὴν πανοπλίαν παρεγένετο πρὸς τὸν Ἀριστόβουλον ἐπιδείξων αὐτῷ τὰ ὅπλα. γενόμενον δ᾽ αὐτὸν κατὰ τὸν Στράτωνος λεγόμενον πύργον, οὗ συνέβαινεν ἀφώτιστον εἶναι σφόδρα τὴν πάροδον, ἀποκτείνουσιν οἱ σωματοφύλακες. [310] διέδειξέν γε μὴν τούτου θάνατος, ὅτι μηδὲν μήτε φθόνου μήτε διαβολῆς ἰσχυρότερον, μηδ᾽ τι μᾶλλον εὔνοιαν καὶ φυσικὴν οἰκειότητα διίστησιν, ταῦτα τὰ πάθη. [311] μάλιστα δ᾽ ἄν τις θαυμάσειεν καὶ Ἰούδαν τινά, Ἐσσηνὸν μὲν τὸ γένος, οὐδέποτε δ᾽ ἐν οἷς προεῖπεν διαψευσάμενον τἀληθές: οὗτος γὰρ ἰδὼν τὸν Ἀντίγονον παριόντα τὸ ἱερὸν ἀνεβόησεν ἐν τοῖς ἑταίροις αὐτοῦ καὶ γνωρίμοις, οἳ διδασκαλίας ἕνεκα τοῦ προλέγειν τὰ μέλλοντα παρέμενον, [312] ὡς ἀποθανεῖν αὐτῷ καλὸν διεψευσμένῳ ζῶντος Ἀντιγόνου, ὃν σήμερον τεθνήξεσθαι προειπὼν ἐν τῷ καλουμένῳ Στράτωνος πύργῳ περιόντα ὁρᾷ, καὶ τοῦ μὲν χωρίου περὶ σταδίους ἀπέχοντος νῦν ἑξακοσίους, ὅπου φονευθήσεσθαι προεῖπεν αὐτόν, τῆς δ᾽ ἡμέρας ἤδη τὸ πλεῖστον ἠνυσμένον, ὥστ᾽ αὐτῷ κινδυνεύειν τὸ μάντευμα ψεῦδος εἶναι. [313] ταῦτ᾽ οὖν λέγοντος αὐτοῦ καὶ κατηφοῦντος ἀγγέλλεται τεθνεὼς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, καὶ αὐτὸ Στράτωνος ἐκαλεῖτο πύργος, ὁμώνυμον τῇ παραλίῳ Καισαρείᾳ. τὸν μὲν οὖν μάντιν τοῦτο διετάραξεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: