previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[293]

Τῶν δ᾽ ἐκ τῶν Σαδδουκαίων τῆς αἱρέσεως, οἳ τὴν ἐναντίαν τοῖς Φαρισαίοις προαίρεσιν ἔχουσιν, Ἰωνάθης τις ἐν τοῖς μάλιστα φίλος ὢν Ὑρκανῷ τῇ κοινῇ πάντων Φαρισαίων γνώμῃ ποιήσασθαι τὰς βλασφημίας τὸν Ἐλεάζαρον ἔλεγεν: καὶ τοῦτ᾽ ἔσεσθαι φανερὸν αὐτῷ πυθομένῳ παρ᾽ ἐκείνων, τίνος ἄξιός ἐστιν ἐπὶ τοῖς εἰρημένοις κολάσεως. [294] τοῦ δὲ Ὑρκανοῦ τοὺς Φαρισαίους ἐρομένου, τίνος αὐτὸν ἄξιον ἡγοῦνται τιμωρίας: πειραθήσεσθαι γὰρ οὐ μετὰ τῆς ἐκείνων γνώμης γεγονέναι τὰς βλασφημίας τιμησαμένων αὐτὸν τῷ μέτρῳ τῆς δίκης, πληγῶν ἔφασαν καὶ δεσμῶν: οὐ γὰρ ἐδόκει λοιδορίας ἕνεκα θανάτῳ ζημιοῦν, ἄλλως τε καὶ φύσει πρὸς τὰς κολάσεις ἐπιεικῶς ἔχουσιν οἱ Φαρισαῖοι. [295] πρὸς τοῦτο λίαν ἐχαλέπηνεν καὶ δοκοῦν ἐκείνοις ποιήσασθαι τὰς βλασφημίας τὸν ἄνθρωπον ἐνόμισεν. μάλιστα δ᾽ αὐτὸν ἐπιπαρώξυνεν Ἰωνάθης καὶ διέθηκεν οὕτως, [296] ὥστε τῇ Σαδδουκαίων ἐποίησεν προσθέσθαι μοίρᾳ τῶν Φαρισαίων ἀποστάντα καὶ τά τε ὑπ᾽ αὐτῶν κατασταθέντα νόμιμα τῷ δήμῳ καταλῦσαι καὶ τοὺς φυλάττοντας αὐτὰ κολάσαι. μῖσος οὖν ἐντεῦθεν αὐτῷ τε καὶ τοῖς υἱοῖς παρὰ τοῦ πλήθους ἐγένετο. [297] περὶ μέντοι τούτων αὖθις ἐροῦμεν. νῦν δὲ δηλῶσαι βούλομαι, ὅτι νόμιμά τινα παρέδοσαν τῷ δήμῳ οἱ Φαρισαῖοι ἐκ πατέρων διαδοχῆς, ἅπερ οὐκ ἀναγέγραπται ἐν τοῖς Μωυσέως νόμοις, καὶ διὰ τοῦτο ταῦτα τὸ Σαδδουκαίων γένος ἐκβάλλει, λέγον ἐκεῖνα δεῖν ἡγεῖσθαι νόμιμα τὰ γεγραμμένα, τὰ δ᾽ ἐκ παραδόσεως τῶν πατέρων μὴ τηρεῖν. [298] καὶ περὶ τούτων ζητήσεις αὐτοῖς καὶ διαφορὰς γίνεσθαι συνέβαινεν μεγάλας, τῶν μὲν Σαδδουκαίων τοὺς εὐπόρους μόνον πειθόντων τὸ δὲ δημοτικὸν οὐχ ἑπόμενον αὐτοῖς ἐχόντων, τῶν δὲ Φαρισαίων τὸ πλῆθος σύμμαχον ἐχόντων. ἀλλὰ περὶ μὲν τούτων τῶν δύο καὶ τῶν Ἐσσηνῶν ἐν τῇ δευτέρᾳ μου τῶν Ἰουδαϊκῶν ἀκριβῶς δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: