previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[288]

Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων εὐπραγία, μάλιστα δ᾽ οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατ᾽ ἀρχιερέως εὐθὺς πιστεύεσθαι. [289] μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπ᾽ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφ᾽ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς: [290] οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν: ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν μὲν ἥσθη τοῖς ἐπαίνοις, [291] εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρωνἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ.’ τὴν δ᾽ αἰτίαν αὐτοῦ πυθομένου, [292] δι᾽ ἣν ἀποθοῖτο τὴν ἀρχιερωσύνηνὅτι, φησίν, ἀκούομεν παρὰ τῶν πρεσβυτέρων αἰχμάλωτόν σου γεγονέναι τὴν μητέρα βασιλεύοντος Ἀντιόχου τοῦ Ἐπιφανοῦς.’ ψευδὴς λόγος ἦν: καὶ πρὸς αὐτὸν Ὑρκανὸς παρωξύνθη καὶ πάντες δ᾽ οἱ Φαρισαῖοι σφοδρῶς ἠγανάκτησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: