previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[284]

Κατὰ δὲ τοῦτον ἔτυχε τὸν καιρὸν μὴ μόνον τοὺς ἐν Ἱεροσολύμοις καὶ τῇ χώρᾳ Ἰουδαίους εὐπραγεῖν, ἀλλὰ καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ κατοικοῦντας καὶ ἐν Αἰγύπτῳ καὶ Κύπρῳ: [285] Κλεοπάτρα γὰρ βασίλισσα πρὸς τὸν υἱὸν στασιάζουσα Πτολεμαῖον τὸν Λάθουρον ἐπιλεγόμενον κατέστησεν ἡγεμόνας Χελκίαν καὶ Ἀνανίαν υἱοὺς ὄντας Ὀνίου τοῦ οἰκοδομήσαντος τὸν ναὸν ἐν τῷ Ἡλιοπολίτῃ νομῷ πρὸς τὸν ἐν τοῖς Ἱεροσολύμοις, ὡς καὶ πρόσθεν δεδηλώκαμεν. [286] παραδοῦσα δὲ τούτοις Κλεοπάτρα τὴν στρατιὰν οὐδὲν δίχα τῆς τούτων γνώμης ἔπραττεν, ὡς μαρτυρεῖ καὶ Στράβων ἡμῖν Καππάδοξ λέγων οὕτως: [287]οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον: μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν.’ ταῦτα μὲν οὖν Στράβων φησίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: