previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7]

δὲ Βακχίδης ἀκούσας καὶ φοβηθείς, μὴ παράσχῃ πράγματα τῷ βασιλεῖ καὶ τοῖς Μακεδόσιν Ἰωνάθης, ὡς καὶ πρότερον Ἰούδας, ἀποκτεῖναι δόλῳ τοῦτον ἐζήτει. [8] ταύτην δὲ ἔχων τὴν προαίρεσιν οὐκ ἔλαθεν τὸν Ἰωνάθην οὐδὲ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα, ἀλλὰ γὰρ μαθόντες οὗτοι καὶ παραλαβόντες τοὺς ἑταίρους ἅπαντας εἰς τὴν ἐρημίαν τὴν ἔγγιστα τῆς πόλεως τὸ τάχος ἔφυγον, καὶ παραγενόμενοι ἐπὶ τὸ ὕδωρ τὸ καλούμενον λάκκου Ἀσφὰρ αὐτόθι διῆγον. [9] δὲ Βακχίδης αἰσθόμενος αὐτοὺς ἀπηρκότας καὶ ἐν ἐκείνῳ τῷ τόπῳ τυγχάνοντας ὥρμησεν ἐπ᾽ αὐτοὺς μετὰ πάσης τῆς δυνάμεως, καὶ πέραν τοῦ Ἰορδάνου στρατοπεδευσάμενος ἀνελάμβανε τὴν δύναμιν. [10] Ἰωνάθης δὲ γνοὺς τὸν Βακχίδην ἐπ᾽ αὐτὸν ἥκοντα πέμπει τὸν ἀδελφὸν Ἰωάννην τὸν καὶ Γάδδειν λεγόμενον πρὸς τοὺς Ναβαταίους Ἄραβας, ἵνα παρ᾽ αὐτοῖς ἀποθῆται τὴν ἀποσκευὴν ἕως οὗ πολεμήσουσι πρὸς Βακχίδην: ἦσαν γὰρ φίλοι. [11] τὸν δὲ Ἰωάννην ἀπιόντα πρὸς τοὺς Ναβαταίους ἐνεδρεύσαντες ἐκ Μηδάβας πόλεως οἱ Ἀμαραίου παῖδες αὐτόν τε συλλαμβάνουσι καὶ τοὺς σὺν αὐτῷ, καὶ διαρπάσαντες ὅσα ἐπεκομίζετο κτείνουσι τὸν Ἰωάννην καὶ τοὺς ἑταίρους αὐτοῦ πάντας. δίκην μέντοι γε τούτων ὑπέσχον τοῖς ἀδελφοῖς αὐτοῦ τὴν ἀξίαν, ἣν μετ᾽ οὐ πολὺ δηλώσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: