previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[379]

Καὶ τοῖς μὲν πολιορκουμένοις ἐν τῷ ἱερῷ τοιαῦτα συνέβαινεν εἶναι τὰ πράγματα. Λυσίας δὲ στρατηγὸς καὶ βασιλεύς, ἐπεὶ Φίλιππος αὐτοῖς ἀπὸ τῆς Περσίδος ἥκων ἐδηλώθη καὶ τὰ πράγματα εἰς αὐτὸν κατασκευάζειν, εἶχον μὲν ὥστε τὴν πολιορκίαν ἀφέντες ὁρμᾶν ἐπὶ τὸν Φίλιππον, οὐ μὴν τοῦτο ποιῆσαι φανερὸν τοῖς στρατιώταις καὶ τοῖς ἡγεμόσιν ἔγνωσαν, [380] ἀλλ᾽ ἐκέλευσεν τὸν Λυσίαν βασιλεὺς αὐτῷ τε καὶ τοῖς ἡγεμόσιν ἐν κοινῷ διαλεχθῆναι μηδὲν μὲν τῶν περὶ Φίλιππον ἐμφανίζοντα, τὴν δὲ πολιορκίαν ὅτι χρονιωτάτη γένοιτ᾽ ἂν δηλοῦντα, καὶ τὴν ὀχυρότητα τοῦ χωρίου, καὶ ὅτι τὰ τῆς τροφῆς αὐτοῖς ἤδη ἐπιλείποι, καὶ ὡς πολλὰ δεῖ καταστῆσαι τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων, [381] καὶ ὡς δοκεῖ πολὺ κρεῖττον εἶναι σπονδὰς ποιησαμένους πρὸς τοὺς πολιορκουμένους καὶ φιλίαν πρὸς ὅλον αὐτῶν τὸ ἔθνος ἐπιτρέψαντας αὐτοῖς χρῆσθαι τοῖς πατρίοις νόμοις, ὧν ἀφαιρεθέντες νῦν ἐξεπολεμώθησαν, χωρεῖν ἐπὶ τὰ οἰκεῖα. ταῦτα τοῦ Λυσίου φήσαντος ἠρέσθη τό τε στράτευμα καὶ οἱ ἡγεμόνες τῇ γνώμῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: