previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[228]

μὲν οὖν ἐπιστολὴ πεμφθεῖσα ὑπὸ τοῦ Λακεδαιμονίων βασιλέως τοῦτον περιεῖχε τὸν τρόπον. ἀποθανόντος δὲ Ἰωσήπου τὸν λαὸν συνέβη στασιάσαι διὰ τοὺς παῖδας αὐτοῦ. τῶν γὰρ πρεσβυτέρων πόλεμον ἐξενεγκαμένων πρὸς Ὑρκανόν, ὃς ἦν νεώτατος τῶν Ἰωσήπου τέκνων, διέστη τὸ πλῆθος. [229] καὶ οἱ μὲν πλείους τοῖς πρεσβυτέροις συνεμάχουν καὶ ἀρχιερεὺς Σίμων διὰ τὴν συγγένειαν: δὲ Ὑρκανὸς ἐπανελθεῖν μὲν οὐκέτι ἔγνω εἰς Ἱεροσόλυμα, προσκαθίσας δὲ τοῖς πέραν τοῦ Ἰορδάνου συνεχῶς ἐπολέμει τοὺς Ἄραβας, ὡς πολλοὺς αὐτῶν καὶ ἀποκτεῖναι καὶ λαβεῖν αἰχμαλώτους. [230] ᾠκοδόμησεν δὲ βᾶριν ἰσχυρὰν ἐκ λίθου λευκοῦ κατασκευάσας πᾶσαν μέχρι καὶ τῆς στέγης ἐγγλύψας ζῷα παμμεγεθέστατα, περιήγαγεν δ᾽ αὐτῇ εὔριπον μέγαν καὶ βαθύν. [231] ἐκ δὲ τῆς καταντικρὺ τοῦ ὄρους πέτρας διατεμὼν αὐτῆς τὸ προέχον σπήλαια πολλῶν σταδίων τὸ μῆκος κατεσκεύασεν. ἔπειτα οἴκους ἐν αὐτῇ τοὺς μὲν εἰς συμπόσια τοὺς δ᾽ εἰς ὕπνον καὶ δίαιταν ἐποίησεν, ὑδάτων δὲ διαθεόντων πλῆθος, καὶ τέρψις ἦν καὶ κόσμος τῆς αὐλῆς, εἰσήγαγεν. [232] τὰ μέντοι στόμια τῶν σπηλαίων ὥστε ἕνα δι᾽ αὐτῶν εἰσδῦναι καὶ μὴ πλείους βραχύτερα ἤνοιξεν: καὶ ταῦτ᾽ ἐπίτηδες ἀσφαλείας ἕνεκα τοῦ μὴ πολιορκηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ κινδυνεῦσαι ληφθεὶς κατεσκεύασεν. [233] προσῳκοδόμησε δὲ καὶ αὐλὰς τῷ μεγέθει διαφερούσας καὶ παραδείσοις ἐκόσμησε παμμήκεσι. καὶ τοιοῦτον ἀπεργασάμενος τὸν τόπον Τύρον ὠνόμασεν. οὗτος τόπος ἐστὶ μεταξὺ τῆς Ἀραβίας καὶ τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου οὐ πόρρω τῆς Ἐσσεβωνίτιδος. [234] ἦρξε δ᾽ ἐκείνων τῶν μερῶν ἐπὶ ἔτη ἑπτά, πάντα τὸν χρόνον ὃν Σέλευκος τῆς Συρίας ἐβασίλευσεν. ἀποθανόντος δὲ τούτου μετ᾽ αὐτὸν ἀδελφὸς Ἀντίοχος κληθεὶς Ἐπιφανὴς τὴν βασιλείαν κατέσχεν. [235] τελευτᾷ δὲ καὶ Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεὺς καὶ αὐτὸς ἐπικαλούμενος Ἐπιφανής, καταλιπὼν δύο παῖδας ἔτι βραχεῖς τὴν ἡλικίαν, ὧν μὲν πρεσβύτερος Φιλομήτωρ ἐκαλεῖτο, Φύσκων δὲ νεώτερος. [236] Ὑρκανὸς δὲ ὁρῶν μεγάλην δύναμιν ἔχοντα τὸν Ἀντίοχον καὶ δείσας, μὴ συλληφθεὶς ὑπ᾽ αὐτοῦ κολασθῇ διὰ τὰ πρὸς τοὺς Ἄραβας αὐτῷ πεπραγμένα, τελευτᾷ τὸν βίον αὐτόχειρ αὐτοῦ γενόμενος. τὴν δ᾽ οὐσίαν αὐτοῦ πᾶσαν Ἀντίοχος λαμβάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: