previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145]

μὲν οὖν ἐπιστολὴ ταῦτα περιεῖχεν. σεμνύνων δὲ καὶ τὸ ἱερὸν πρόγραμμα κατὰ πᾶσαν τὴν βασιλείαν ἐξέθηκεν περιέχον τάδε: ‘μηδενὶ ἐξεῖναι ἀλλοφύλῳ εἰς τὸν περίβολον εἰσιέναι τοῦ ἱεροῦ τὸν ἀπηγορευμένον τοῖς Ἰουδαίοις, εἰ μὴ οἷς ἁγνισθεῖσίν ἐστιν ἔθιμον κατὰ τὸν πάτριον νόμον. [146] μηδ᾽ εἰς τὴν πόλιν εἰσφερέσθω ἵππεια κρέα μηδὲ ἡμιόνεια μηδὲ ἀγρίων ὄνων καὶ ἡμέρων παρδάλεών τε καὶ ἀλωπέκων καὶ λαγῶν καὶ καθόλου δὲ πάντων τῶν ἀπηγορευμένων ζῴων τοῖς Ἰουδαίοις: μηδὲ τὰς δορὰς εἰσφέρειν ἐξεῖναι, ἀλλὰ μηδὲ τρέφειν τι τούτων ἐν τῇ πόλει: μόνοις δὲ τοῖς προγονικοῖς θύμασιν, ἀφ᾽ ὧν καὶ τῷ θεῷ δεῖ καλλιερεῖν, ἐπιτετράφθαι χρῆσθαι. δέ τι τούτων παραβὰς ἀποτινύτω τοῖς ἱερεῦσιν ἀργυρίου δραχμὰς τρισχιλίας.’ [147]

Ἔγραψε δὲ μαρτυρῶν ἡμῖν εὐσέβειάν τε καὶ πίστιν, ἡνίκα νεωτερίζοντα τὰ κατὰ τὴν Φρυγίαν ἐπύθετο καὶ Λυδίαν καθ᾽ ὃν ἦν καιρὸν ἐν ταῖς ἄνω σατραπείαις, κελεύων Ζεῦξιν τὸν αὐτοῦ στρατηγὸν καὶ ἐν τοῖς μάλιστα φίλον πέμψαι τινὰς τῶν ἡμετέρων ἐκ Βαβυλῶνος εἰς Φρυγίαν. [148] γράφει δ᾽ οὕτως: ‘βασιλεὺς Ἀντίοχος Ζεύξιδι τῷ πατρὶ χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι, ὑγιαίνω δὲ καὶ αὐτός. [149] πυνθανόμενος τοὺς ἐν Λυδίᾳ καὶ Φρυγίᾳ νεωτερίζοντας μεγάλης ἐπιστροφῆς ἡγησάμην τοῦτό μοι δεῖσθαι, καὶ βουλευσαμένῳ μοι μετὰ τῶν φίλων, τί δεῖ ποιεῖν, ἔδοξεν εἰς τὰ φρούρια καὶ τοὺς ἀναγκαιοτάτους τόπους τῶν ἀπὸ τῆς Μεσοποταμίας καὶ Βαβυλωνίας Ἰουδαίων οἴκους δισχιλίους σὺν ἐπισκευῇ μεταγαγεῖν. [150] πέπεισμαι γὰρ εὔνους αὐτοὺς ἔσεσθαι τῶν ἡμετέρων φύλακας διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, καὶ μαρτυρουμένους δ᾽ αὐτοὺς ὑπὸ τῶν προγόνων εἰς πίστιν οἶδα καὶ προθυμίαν εἰς παρακαλοῦνται: βούλομαι τοίνυν καίπερ ἐργώδους ὄντος τοῦ μεταγαγεῖν ὑποσχομένους νόμοις αὐτοὺς χρῆσθαι τοῖς ἰδίοις. [151] ὅταν δ᾽ αὐτοὺς ἀγάγῃς εἰς τοὺς προειρημένους τόπους, εἴς τ᾽ οἰκοδομίας οἰκιῶν αὐτοῖς δώσεις τόπον ἑκάστῳ καὶ χώραν εἰς γεωργίαν καὶ φυτείαν ἀμπέλων, καὶ ἀτελεῖς τῶν ἐκ τῆς γῆς καρπῶν ἀνήσεις ἐπὶ ἔτη δέκα. [152] μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς καρποὺς λαμβάνωσιν σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς: διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπηρετοῦσιν τὸ αὔταρκες, ἵνα τῆς παρ᾽ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. [153] πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.’ περὶ μὲν οὖν τῆς Ἀντιόχου φιλίας τοῦ μεγάλου πρὸς Ἰουδαίους ταῦτα ἡμῖν ἀποχρώντως εἰρήσθω μαρτύρια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: