previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57]

Ταῦτα μὲν ἀρχιερεὺς ἀντέγραψεν. ἐμοὶ δ᾽ οὐκ ἀναγκαῖον ἔδοξεν εἶναι τὰ ὀνόματα τῶν ἑβδομήκοντα πρεσβυτέρων, οἳ τὸν νόμον ἐκόμιζον ὑπὸ Ἐλεαζάρου πεμφθέντες, δηλοῦν: ἦν γὰρ ταῦτα ὑπογεγραμμένα ἐν τῇ ἐπιστολῇ. [58] τὴν μέντοι γε τῶν ἀναθημάτων πολυτέλειαν καὶ κατασκευήν, ἣν ἀπέστειλεν βασιλεὺς τῷ θεῷ, οὐκ ἀνεπιτήδειον ἡγησάμην διελθεῖν, ὅπως ἅπασιν τοῦ βασιλέως περὶ τὸν θεὸν φιλοτιμία φανερὰ γένηται: ἄφθονον γὰρ τὴν εἰς ταῦτα δαπάνην χορηγῶν βασιλεὺς καὶ παρὼν ἀεὶ τοῖς τεχνίταις καὶ τὰ ἔργα ἐπιβλέπων οὐδὲν ἀμελῶς οὐδὲ ῥᾳθύμως εἴα γίγνεσθαι τῶν κατασκευασμάτων. [59] ὧν ἕκαστον οἷον ἦν τὴν πολυτέλειαν διηγήσομαι, τῆς μὲν ἱστορίας ἴσως οὐκ ἀπαιτούσης τὴν ἀπαγγελίαν, τὸ δὲ τοῦ βασιλέως φιλόκαλον καὶ μεγαλόφρον οὕτω συστήσειν τοῖς ἐντευξομένοις ὑπολαμβάνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: