previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[426]

δὲ Βακχίδης ἐξαγαγὼν ἐκ τοῦ στρατοπέδου τὴν δύναμιν πρὸς μάχην παρετάσσετο, καὶ τοὺς μὲν ἱππεῖς ἐξ ἑκατέρων τῶν κεράτων ἔταξε, τοὺς δὲ ψιλοὺς καὶ τοξότας προέστησεν πάσης τῆς φάλαγγος, αὐτὸς δ᾽ ἦν ἐπὶ τοῦ δεξιοῦ. [427] οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι. [428] τὸ δ᾽ αὐτὸ ποιήσας Ἰούδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν Ἰούδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὥρμησεν ἐπ᾽ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα. [429] ὠσάμενος δ᾽ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι. [430] δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ. πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφ᾽ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς. [431] πεσόντος δὲ Ἰούδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον. [432] λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις. [433] καὶ τέλος μὲν τοιοῦτον κατέσχεν Ἰούδαν, ἄνδρα γενναῖον καὶ μεγαλοπόλεμον γενόμενον καὶ τῶν τοῦ πατρὸς ἐντολῶν Ματταθίου μνήμονα καὶ πάνθ᾽ ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας καὶ δρᾶσαι καὶ παθεῖν ὑποστάντα. [434] τοιοῦτος οὖν τὴν ἀρετὴν ὑπάρξας μέγιστον αὐτοῦ κλέος καὶ μνημεῖον κατέλιπεν, ἐλευθερώσας τὸ ἔθνος καὶ τῆς ὑπὸ Μακεδόσιν ἐξαρπάσας αὐτὸ δουλείας. τὴν δ᾽ ἀρχιερωσύνην ἔτος τρίτον κατασχὼν ἀπέθανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: