previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[406]

Ἔτι δ᾽ αὐτῷ κατιόντι ἀπὸ τῆς ἄκρας εἰς τὸ ἱερὸν ἀπαντήσαντες τῶν ἱερέων τινὲς καὶ πρεσβυτέρων ἠσπάζοντο καὶ τὰς θυσίας ἐπεδείκνυον, ἃς ὑπὲρ τοῦ βασιλέως ἔλεγον ἐπιφέρειν τῷ θεῷ. δὲ βλασφημήσας αὐτοὺς ἠπείλησεν, εἰ μὴ παραδοίη τὸν Ἰούδαν λαὸς αὐτῷ, καθαιρήσειν ὅταν ἐπανέλθῃ τὸν ναόν. [407] καὶ μὲν ταῦτ᾽ ἀπειλήσας ἐξῆλθεν ἀπὸ τῶν Ἱεροσολύμων, οἱ δ᾽ ἱερεῖς εἰς δάκρυα διὰ τὴν ἐπὶ τοῖς εἰρημένοις λύπην προέπεσον καὶ τὸν θεὸν ἱκέτευον ῥύσασθαι ἐκ τῶν πολεμίων αὐτούς. [408] δὲ Νικάνωρ, ὡς ἐκ τῶν Ἱεροσολύμων ἐξελθὼν ἐγένετο κατά τινα κώμην Βηθωρου λεγομένην, αὐτόθι στρατοπεδεύεται προσγενομένης αὐτῷ καὶ ἄλλης ἀπὸ Συρίας δυνάμεως: Ἰούδας δὲ ἐν Ἀδασοῖς ἑτέρᾳ κώμῃ σταδίους ἀπεχούσῃ τριάκοντα τῆς Βηθωροῦ στρατοπεδεύεται δισχιλίους στρατιώτας ἔχων. [409] τούτους παρορμήσας μὴ καταπλαγῆναι τὸ τῶν ἐναντίων πλῆθος, μηδὲ λογίζεσθαι πρὸς πόσους ἀγωνίζεσθαι μέλλουσιν, ἀλλὰ τίνες ὄντες καὶ περὶ οἵων ἐπάθλων κινδυνεύουσιν ἐνθυμουμένους εὐψύχως ὁμόσε χωρῆσαι τοῖς πολεμίοις, ἐπὶ τὴν μάχην ἐξάγει, καὶ συμβαλὼν τῷ Νικάνορι καὶ καρτερᾶς τῆς μάχης γενομένης κρατεῖ τῶν ἐναντίων καὶ πολλούς τε αὐτῶν ἀπέκτεινεν καὶ τελευταῖον αὐτὸς Νικάνωρ λαμπρῶς ἀγωνιζόμενος ἔπεσεν. [410] οὗ πεσόντος οὐδὲ τὸ στράτευμα ἔμεινεν, ἀλλὰ τὸν στρατηγὸν ἀπολέσαντες εἰς φυγὴν ἐτράπησαν ῥίψαντες τὰς πανοπλίας. ἐπιδιώκων δὲ Ἰούδας ἐφόνευσεν καὶ ταῖς σάλπιγξι ταῖς πέριξ κώμαις ἐσήμαινεν, ὅτι νικῴη τοὺς πολεμίους. [411] οἱ δ᾽ ἐν αὐταῖς ἀκούσαντες ἐξεπήδων ὡπλισμένοι καὶ τοῖς φεύγουσιν ὑπαντῶντες ἔκτεινον αὐτοὺς γενόμενοι κατὰ πρόσωπον, ὥστ᾽ ἐκ τῆς μάχης ταύτης οὐδεὶς διέφυγεν ὄντων αὐτῶν ἐννακισχιλίων. [412] τὴν δὲ νίκην συνέβη γενέσθαι ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς τοῦ λεγομένου παρὰ μὲν Ἰουδαίοις Ἄδαρ κατὰ δὲ Μακεδόνας Δύστρου. ἄγουσιν δ᾽ ἐν τούτῳ τὰ νικητήρια κατὰ πᾶν ἔτος καὶ ἑορτὴν νομίζουσι τὴν ἡμέραν. ἐξ ἐκείνου μέντοι τοῦ χρόνου πρὸς ὀλίγον τὸ τῶν Ἰουδαίων ἔθνος τῶν πολέμων ἀναπαυσάμενον καὶ εἰρήνης ἀπολαῦον ἔπειτα εἰς ἀγῶνας πάλιν καὶ κινδύνους κατέστη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: