previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[398]

Ἄλκιμος δὲ τὴν ἀρχὴν αὐτοῦ βουλόμενος βεβαιώσασθαι καὶ συνείς, ὅτι κατασκευάσας εὔνουν τὸ πλῆθος ἀσφαλέστερον ἄρξει, χρηστοῖς ἅπαντας ὑπήγετο λόγοις καὶ πρὸς ἡδονὴν ἑκάστῳ καὶ χάριν ὁμιλῶν ταχὺ δὴ μάλα χεῖρα πολλὴν καὶ δύναμιν περιεβάλετο: [399] τούτων δ᾽ ἦσαν οἱ πλείους ἐκ τῶν ἀσεβῶν καὶ πεφυγαδευμένων, οἷς ὑπηρέταις καὶ στρατιώταις χρώμενος ἐπήρχετο τὴν χώραν καὶ ὅσους ἐν αὐτῇ τὰ Ἰούδα φρονοῦντας ηὕρισκεν ἐφόνευεν. [400] ὁρῶν δὲ τὸν Ἄλκιμον ἤδη μέγαν Ἰούδας γινόμενον καὶ πολλοὺς διεφθαρκότα τῶν ἀγαθῶν καὶ ὁσίων τοῦ ἔθνους, καὶ αὐτὸς ἐπιπορευόμενος τὴν χώραν διέφθειρεν τοὺς ταὐτὰ ἐκείνῳ φρονοῦντας. βλέπων δὲ ἑαυτὸν Ἄλκιμος ἀντέχειν τῷ Ἰούδᾳ μὴ δυνάμενον, ἀλλ᾽ ἡττώμενον αὐτοῦ τῆς ἰσχύος, ἐπὶ τὴν παρὰ Δημητρίου τοῦ βασιλέως συμμαχίαν ἔγνω τραπέσθαι. [401] παραγενόμενος οὖν εἰς Ἀντιόχειαν παρώξυνεν αὐτὸν ἐπὶ τὸν Ἰούδαν, κατηγορῶν ὡς πολλὰ μὲν ὑπ᾽ αὐτοῦ πεπόνθοι κακά, πλείω δὲ γένοιτ᾽ ἄν, εἰ μὴ προκαταληφθείη καὶ δοίη δίκην δυνάμεως ἐπ᾽ αὐτὸν ἰσχυρᾶς ἀποσταλείσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: