previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[297]

Ἀποθανόντος δὲ τοῦ ἀρχιερέως Ἐλεασίβου τὴν ἀρχιερωσύνην Ἰώδας παῖς αὐτοῦ διεδέξατο. τελευτήσαντος δὲ καὶ τούτου τὴν τιμὴν Ἰωάννης υἱὸς ὢν αὐτοῦ παρέλαβεν, δι᾽ ὃν καὶ Βαγώσης στρατηγὸς τοῦ ἄλλου Ἀρταξέρξου τὸν ναὸν ἐμίανεν καὶ φόρους ἐπέταξε τοῖς Ἰουδαίοις, πρὶν τὰς καθημερινὰς ἐπιφέρειν θυσίας ὑπὲρ ἀρνὸς ἑκάστου τελεῖν αὐτοὺς δημοσίᾳ δραχμὰς πεντήκοντα. [298] τούτου δὲ τὴν αἰτίαν τοιαύτην συνέβη γενέσθαι: ἀδελφὸς ἦν τῷ Ἰωάννῃ Ἰησοῦς: τούτῳ φίλῳ τυγχάνοντι Βαγώσης ὑπέσχετο τὴν ἀρχιερωσύνην παρέξειν. [299] ἀπὸ ταύτης οὖν τῆς πεποιθήσεως Ἰησοῦς ἐν τῷ ναῷ διενεχθεὶς τῷ Ἰωάννῃ παρώξυνεν τὸν ἀδελφὸν ὥστ᾽ αὐτὸν ἀνελεῖν καὶ διὰ τὴν ὀργὴν τηλικοῦτο ἀσέβημα δρᾶσαι κατ᾽ ἀδελφοῦ τὸν Ἰωάννην ἐν τῷ ἱερῷ ὡς δεινὸν ἦν καὶ πρότερον, ὡς μήτε παρ᾽ Ἕλλησιν μήτε παρὰ βαρβάροις ὠμὸν οὕτως καὶ ἀσεβὲς ἔργον γεγονέναι. [300] τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ λαὸς δι᾽ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν: ‘ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.’ [301] πειρωμένου δ᾽ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. δὲ πρὸς αὐτοὺς ἔφη: ‘πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ;’ καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: