previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[229]

Καὶ Μαρδοχαῖος μὲν κατὰ τὰς Ἐσθῆρος ἐντολὰς τόν τε λαὸν ἐποίησεν νηστεῦσαι καὶ τὸν θεὸν αὐτὸς ἱκέτευσε μηδὲ νῦν ὑπεριδεῖν αὐτοῦ τὸ ἔθνος ἀπολλύμενον, ἀλλ᾽ ὡς καὶ πρότερον αὐτοῦ πολλάκις προενόησεν καὶ ἁμαρτόντι συνέγνω, καὶ νῦν αὐτὸ ῥύσασθαι τῆς κατηγγελμένης ἀπωλείας: [230]οὐδὲ γὰρ ἁμαρτόν τι κινδυνεύειν ἀκλεῶς ἀποθανεῖν, ἀλλ᾽ αὐτὸν γὰρ εἶναι τὴν αἰτίαν τῆς Ἀμάνου ὀργῆς, ὅτι μὴ προσεκύνησα μηδ᾽ ἣν σοί, δέσποτα, φησίν, τιμὴν παρεῖχον, ταύτην ἐκείνῳ παρασχεῖν ὑπέμενον, ὀργισθεὶς ταῦτα κατὰ τῶν μὴ παραβαινόντων τοὺς σοὺς νόμους ἐμηχανήσατο.’ [231] τὰς δ᾽ αὐτὰς ἠφίει καὶ τὸ πλῆθος φωνάς, παρακαλοῦν προνοῆσαι τὸν θεὸν τῆς σωτηρίας αὐτῶν καὶ τοὺς ἐν ἁπάσῃ τῇ γῇ Ἰσραηλίτας ἐξελέσθαι τῆς μελλούσης συμφορᾶς: καὶ γὰρ πρὸ ὀφθαλμῶν αὐτὴν εἶχον ἤδη καὶ προσεδόκων. ἱκέτευε δὲ καὶ Ἐσθήρα τὸν θεὸν τῷ πατρίῳ νόμῳ ῥίψασα κατὰ τῆς γῆς ἑαυτὴν καὶ πενθικὴν ἐσθῆτα περιθεμένη, [232] καὶ τροφῇ καὶ ποτῷ καὶ τοῖς ἡδέσιν ἀποταξαμένη τρισὶν ἡμέραις ᾔτει τὸν θεὸν ἐλεηθῆναι μὲν αὐτήν, δόξαι δ᾽ ὀφθεῖσαν τῷ βασιλεῖ πιθανὴν μὲν τοὺς λόγους παρακαλοῦσαν τὸ δὲ εἶδος εὐπρεπεστέραν τῆς τάχιον οὖσαν, [233] ἵν᾽ ἀμφοτέροις καὶ πρὸς τὴν παραίτησιν ὀργῆς, εἴ τι παροξυνθείη πρὸς αὐτὴν βασιλεύς, χρήσαιτο καὶ πρὸς τὴν συνηγορίαν τῶν ὁμοεθνῶν ἐν τοῖς ἐσχάτοις σαλευόντων, μῖσός τε γενέσθαι τῷ βασιλεῖ πρὸς τοὺς ἐχθροὺς τῶν Ἰουδαίων καὶ τὴν ἀπώλειαν αὐτοῖς τὴν μέλλουσαν, ἐὰν ὀλιγωρηθῶσιν ὑπ᾽ αὐτοῦ, κατασκευάσοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: