previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[154]

Τῷ δ᾽ ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπ᾽ αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως. [155] δὲ μέσος τοῦ πλήθους σταθεὶς ἀνέγνω καὶ τοῦτ᾽ ἐποίησεν ἀπ᾽ ἀρχομένης ἡμέρας ἕως μεσημβρίας: οἱ δὲ ἀκούσαντες ἀναγινωσκομένων τῶν νόμων δίκαιοι μὲν πρὸς τὸ παρὸν καὶ τὸ μέλλον ἐδιδάσκοντο εἶναι, περὶ δὲ τῶν παρῳχημένων ἐδυσφόρουν καὶ μέχρι τοῦ δακρύειν προήχθησαν ἐνθυμούμενοι πρὸς αὑτούς, ὅτι μηδὲν ἂν τῶν πεπειραμένων κακῶν ἔπαθον, εἰ τὸν νόμον διεφύλαττον. [156] δὲ Ἔζδρας οὕτως ὁρῶν αὐτοὺς ἔχοντας ἐκέλευσεν ἀπιέναι πρὸς αὑτοὺς καὶ μὴ δακρύειν: εἶναι γὰρ ἑορτὴν καὶ μὴ δεῖν ἐν αὐτῇ κλαίειν: οὐ γὰρ ἐξεῖναι: προυτρέπετο δὲ μᾶλλον πρὸς εὐωχίαν ὁρμήσαντας ποιεῖν τὰ πρόσφορα τῇ ἑορτῇ καὶ κεχαρισμένα, καὶ τὴν μετάνοιαν καὶ λύπην τὴν ἐπὶ τοῖς ἔμπροσθεν ἐξημαρτημένοις ἀσφάλειάν τε ἕξειν καὶ φυλακὴν τοῦ μηδὲν ὅμοιον συμπεσεῖν. [157] οἱ δὲ ταῦτα Ἔζδρα παραινοῦντος ἑορτάζειν ἤρξαντο καὶ τοῦτο ποιοῦντες ἐφ᾽ ἡμέρας ὀκτὼ ἐν ταῖς σκηναῖς ἀνεχώρησαν εἰς τὰ οἰκεῖα μετὰ ὕμνων τοῦ θεοῦ τῆς ἐπανορθώσεως τῶν περὶ τὸ πολίτευμα παρανομηθέντων Ἔζδρᾳ χάριν εἰδότες. [158] συνέβη μετὰ τὴν παρὰ τῷ λαῷ δόξαν γηραιῷ τελευτῆσαι τὸν βίον καὶ ταφῆναι μετὰ πολλῆς φιλοτιμίας ἐν Ἱεροσολύμοις. ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Ἰωακείμου τοῦ ἀρχιερέως ἀποθανόντος παῖς αὐτοῦ Ἐλεάσιβος τὴν ἀρχιερωσύνην διεδέξατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: