previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[75]

Ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες τε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες, [76] κατεσκεύασάν τε θυσιαστήριον ἐφ᾽ οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπ᾽ αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων. [77] ἤγαγον δὲ καὶ τὴν σκηνοπηγίαν κατ᾽ ἐκεῖνον τὸν καιρόν, ὡς νομοθέτης περὶ αὐτῆς διετάξατο, καὶ προσφορὰς μετὰ ταῦτα καὶ τοὺς καλουμένους ἐνδελεχισμοὺς καὶ τὰς θυσίας τῶν σαββάτων καὶ πασῶν τῶν ἁγίων ἑορτῶν, οἵ τε πεποιημένοι τὰς εὐχὰς ἀπεδίδοσαν θύοντες ἀπὸ νουμηνίας τοῦ ἑβδόμου μηνός. [78] ἤρξαντο δὲ καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ πολλὰ τοῖς τε λατόμοις καὶ τέκτοσι χρήματα δόντες καὶ τὰ πρὸς τροφὴν τῶν εἰσαγομένων, τοῖς τε Σιδωνίοις ἡδὺ καὶ κοῦφον ἦν τά τε κέδρινα κατάγουσιν ἐκ τοῦ Λιβάνου ξύλα δήσασιν αὐτὰ καὶ σχεδίαν πηξαμένοις εἰς τὸν τῆς Ἰόππης κομίζειν λιμένα: τοῦτο γὰρ πρῶτος μὲν Κῦρος ἐκέλευσεν, τότε δὲ Δαρείου κελεύσαντος ἐγίνετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: