previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[43]

Ὡς δὲ πρῶτος ἀποφηνάμενος περὶ τῆς ἰσχύος τοῦ οἴνου τὰ προειρημένα ἐπαύσατο, μετ᾽ αὐτὸν ἤρξατο λέγειν περὶ τῆς τοῦ βασιλέως δυνάμεως, ταύτην ἀποδεικνὺς τὴν ἰσχυροτάτην καὶ πλέον τῶν ἄλλων δυναμένην, ὅσα βίαν ἔχειν σύνεσιν δοκεῖ. τὸν δὲ τρόπον τῆς ἀποδείξεως ἐντεῦθεν ἐλάμβανεν: [44]πάντων μὲν εἶπεν ἀνθρώπους περικρατεῖν, οἳ καὶ τὴν γῆν καταναγκάζουσιν καὶ τὴν θάλασσαν εἶναι χρησίμην αὐτοῖς πρὸς θέλουσιν, τούτων δ᾽ ἄρχουσιν οἱ βασιλεῖς καὶ τὴν ἐξουσίαν ἔχουσιν: οἱ δὲ τοῦ κρατίστου καὶ ἰσχυροτάτου ζῴου δεσπόζοντες ἀνυπέρβλητοι τὴν δύναμιν οὗτοι καὶ τὴν ἰσχὺν εἰκότως ἂν εἶεν. [45] ἀμέλει πολέμους ἐπιτάττοντες καὶ κινδύνους τοῖς ἀρχομένοις ἀκούονται, καὶ πέμποντες αὐτοὺς ἐπ᾽ ἐχθροὺς καταπειθεῖς διὰ τὴν ἰσχὺν τὴν αὐτῶν ἔχουσιν, καὶ ὄρη μὲν κατεργάζεσθαι καὶ τείχη κατασπᾶν καὶ πύργους κελεύουσιν, καὶ κτείνεσθαι δ᾽ οἱ κελευσθέντες καὶ κτείνειν ὑπομένουσιν, ἵνα μὴ τὰ τοῦ βασιλέως δόξωσι παραβαίνειν προστάγματα, νικήσαντες δὲ τὴν ὠφέλειαν τὴν ἐκ τοῦ πολέμου τῷ βασιλεῖ κομίζουσιν. [46] καὶ οἱ μὴ στρατευόμενοι δὲ ἀλλὰ γῆν ἐργαζόμενοι καὶ ἀροῦντες ὅταν πονήσαντες καὶ ἅπασαν τὴν τῶν ἔργων ταλαιπωρίαν ὑπομείναντες θερίσωσιν καὶ τοὺς καρποὺς συνέλωσιν, τοὺς φόρους τῷ βασιλεῖ κομίζουσιν. [47] δ᾽ ἂν οὗτος εἴπῃ καὶ κελεύσῃ τοῦτο ἐξ ἀνάγκης οὐδὲν ὑπερβαλομένων γίνεται. ἔτι μὲν τρυφῆς ἁπάσης καὶ ἡδονῆς ἀναπιμπλάμενος καθεύδει, φυλάσσεται δὲ ὑπὸ γρηγορούντων καὶ ὡσανεὶ δεδεμένων ὑπὸ φόβου: [48] καταλιπεῖν γὰρ οὐδὲ εἷς τολμᾷ κοιμώμενον οὐδὲ τῶν ἰδίων ἀναχωρήσας ποιεῖσθαι πρόνοιαν, ἀλλ᾽ ἓν ἔργον ἡγούμενος τῶν ἀναγκαίων τὸ φυλάττειν τὸν βασιλέα τούτῳ προσμένει. πῶς οὖν οὐκ ἂν βασιλεὺς δόξειεν τὴν πάντων ἰσχὺν ὑπερβάλλειν, τοσοῦτο πλῆθος πείθεται κελεύοντι;’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: