previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33]

Τῷ δὲ πρώτῳ τῆς βασιλείας ἔτει Δαρεῖος ὑποδέχεται λαμπρῶς καὶ μετὰ πολλῆς παρασκευῆς τούς τε περὶ αὐτὸν καὶ τοὺς οἴκοι γεγονότας καὶ τοὺς τῶν Μήδων ἡγεμόνας καὶ σατράπας τῆς Περσίδος καὶ τοπάρχας τῆς Ἰνδικῆς ἄχρι τῆς Αἰθιοπίας καὶ τοὺς στρατηγοὺς τῶν ἑκατὸν εἰκοσιεπτὰ σατραπειῶν. [34] ἐπεὶ δὲ κατευωχηθέντες ἄχρι κόρου καὶ πλησμονῆς ἀνέλυσαν κοιμηθησόμενοι παρ᾽ αὐτοὺς ἕκαστοι, Δαρεῖος βασιλεὺς ἐλθὼν ἐπὶ τὴν κοίτην καὶ βραχὺ τῆς νυκτὸς ἀναπαυσάμενος ἔξυπνος γίνεται, καὶ μηκέτι κατακοιμηθῆναι δυνάμενος εἰς ὁμιλίαν τρέπεται μετὰ τῶν τριῶν σωματοφυλάκων, [35] καὶ τῷ λόγον ἐροῦντι περὶ ὧν αὐτὸς ἀνακρίνειν μέλλει τὸν ἀληθέστερον καὶ συνετώτερον, τούτῳ γέρας δώσειν ὑπισχνεῖται νικητήριον πορφύραν ἐνδύσασθαι καὶ ἐν ἐκπώμασιν χρυσοῖς πίνειν καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βύσσινον καὶ περιαυχένιον χρύσεον, ‘καὶ μετ᾽ αὐτὸν ἕξειν προεδρίαν διὰ τὴν σοφίαν καὶ συγγενής μου’, ἔφη, ‘κληθήσεται.’ [36] ταύτας ἐπαγγειλάμενος αὐτοῖς παρέξειν τὰς δωρεὰς ἐρωτᾷ μὲν τὸν πρῶτον, εἰ οἶνος ὑπερισχύει, τὸν δεύτερον δέ, εἰ οἱ βασιλεῖς, τὸν τρίτον δέ, εἰ αἱ γυναῖκες τούτων μᾶλλον ἀλήθεια. ταῦτα προθεὶς αὐτοῖς ζητεῖν ἡσύχασεν. [37] ὄρθρου δὲ μεταπεμψάμενος τοὺς μεγιστᾶνας καὶ σατράπας καὶ τοπάρχας τῆς Περσίδος καὶ Μηδικῆς καὶ καθίσας ἐν χρηματίζειν εἰώθει, τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσεν πάντων ἀκουόντων ἀποφαίνεσθαι τὸ δοκοῦν αὐτῷ περὶ τῶν προκειμένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: