previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26]

Ἀναγνοὺς δὲ Καμβύσης τὴν ἐπιστολὴν καὶ φύσει πονηρὸς ὢν κινεῖται πρὸς τὰ δεδηλωμένα καὶ γράφει τάδε λέγων: ‘βασιλεὺς Καμβύσης Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελζέμῳ καὶ Σεμελίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Φοινίκῃ τάδε λέγει. [27] ἀναγνοὺς τὰ πεμφθέντα παρ᾽ ὑμῶν γράμματα ἐκέλευσα ἐπισκέψασθαι τὰ τῶν προγόνων μου βιβλία, καὶ εὑρέθη πόλις ἐχθρὰ βασιλεῦσιν ἀεὶ γεγενημένη, καὶ στάσεις καὶ πολέμους οἱ ἐνοικοῦντες πραγματευσάμενοι, καὶ βασιλεῖς αὐτῶν ἔγνωμεν δυνατοὺς καὶ βιαίους φορολογήσαντας κοίλην Συρίαν καὶ Φοινίκην. [28] ἐγὼ τοίνυν προσέταξα μὴ συγχωρεῖν τοῖς Ἰουδαίοις οἰκοδομεῖν τὴν πόλιν, μὴ ἐπὶ πλέον αὐξηθῇ τὰ τῆς κακίας αὐτῶν, χρώμενοι πρὸς τοὺς βασιλεῖς διατετελέκασιν.’ [29] τούτων ἀναγνωσθέντων τῶν γραμμάτων Ῥάθυμος καὶ Σεμέλιος γραμματεὺς καὶ οἱ τούτοις συντεταγμένοι παραχρῆμα ἐπιπηδήσαντες ἵπποις ἔσπευσαν εἰς Ἱεροσόλυμα πλῆθος ἐπαγόμενοι πολύ, καὶ διεκώλυσαν οἰκοδομεῖν τοὺς Ἰουδαίους τὴν πόλιν καὶ τὸν ναόν. [30] καὶ ταῦτα μὲν ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς Δαρείου βασιλείας τοῦ Περσῶν ἐπ᾽ ἄλλα ἔτη ἐννέα: Καμβύσης γὰρ ἓξ ἔτη βασιλεύσας, καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον ὑποστρέψας ἐτελεύτησεν ἐν Δαμασκῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: