previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5]

Ταῦτα δ᾽ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, τῆς αὐτοῦ προφητείας Ἡσαΐας κατέλιπεν πρὸ ἐτῶν διακοσίων καὶ δέκα: οὗτος γὰρ ἐν ἀπορρήτῳ εἶπε ταῦτα λέγειν τὸν θεόν, ὅτι βούλομαι Κῦρον ἐγὼ πολλῶν ἐθνῶν καὶ μεγάλων ἀποδείξας βασιλέα πέμψαι μου τὸν λαὸν εἰς τὴν ἰδίαν γῆν καὶ οἰκοδομῆσαί μου τὸν ναόν. [6] ταῦτα Ἡσαΐας προεφήτευσεν ἔμπροσθεν κατασκαφῆναι τὸν ναὸν ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα. ταῦτ᾽ οὖν ἀναγνόντα τὸν Κῦρον καὶ θαυμάσαντα τὸ θεῖον ὁρμή τις ἔλαβεν καὶ φιλοτιμία ποιῆσαι τὰ γεγραμμένα, καὶ καλέσας τοὺς ἐπιφανεστάτους τῶν ἐν Βαβυλῶνι Ἰουδαίων συγχωρεῖν αὐτοῖς ἔφη βαδίζειν εἰς τὴν αὐτῶν πατρίδα καὶ ἀναστῆσαί τε τὴν πόλιν Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ ναόν: [7] ἔσεσθαι γὰρ αὐτοῖς καὶ τοῦτον σύμμαχον αὐτόν τε γράψειν τοῖς γειτονεύουσιν ἐκείνῃ τῇ χώρᾳ τῶν ἰδίων ἡγεμόνων καὶ σατραπῶν, ἵνα συμβάλωνται χρυσὸν αὐτοῖς καὶ ἄργυρον εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ καὶ πρὸς τούτοις θρέμματα πρὸς τὰς θυσίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: