previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[108]

Τὴν συμμαχίαν δὲ τὴν πρὸς τοὺς Βαβυλωνίους ἐπ᾽ ἔτη ὀκτὼ κατασχὼν διέλυσε τὰς πρὸς αὐτοὺς πίστεις καὶ τοῖς Αἰγυπτίοις προστίθεται καταλύσειν τοὺς Βαβυλωνίους ἐλπίσας, αἳ μετ᾽ ἐκείνων ἐγένοντο. [109] μαθὼν δὲ τοῦτο τῶν Βαβυλωνίων βασιλεὺς ἐστράτευσεν ἐπ᾽ αὐτὸν καὶ τὴν χώραν κακώσας αὐτοῦ καὶ τὰ φρούρια λαβὼν ἐπ᾽ αὐτὴν ἧκε τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν πολιορκήσων αὐτήν. [110] δ᾽ Αἰγύπτιος ἀκούσας ἐν οἷς ἐστιν σύμμαχος αὐτοῦ Σαχχίας ἀναλαβὼν πολλὴν δύναμιν ἧκεν εἰς τὴν Ἰουδαίαν ὡς λύσων τὴν πολιορκίαν. δὲ Βαβυλώνιος ἀφίσταται τῶν Ἱεροσολύμων, ἀπαντήσας δὲ τοῖς Αἰγυπτίοις καὶ συμβαλὼν αὐτοῖς τῇ μάχῃ νικᾷ καὶ τρεψάμενος αὐτοὺς εἰς φυγὴν ἐξ ὅλης διώκει τῆς Συρίας. [111] ὡς δ᾽ ἀνεχώρησεν τῶν Βαβυλωνίων βασιλεὺς ἀπὸ τῶν Ἱεροσολύμων, ἐξηπάτησαν οἱ ψευδοπροφῆται τὸν Σαχχίαν λέγοντες οὔτε τὸν Βαβυλώνιον ἔτι αὐτὸν πολεμήσειν καὶ τοὺς ὁμοφύλους, οὓς ἀναστήσειεν ἐκ τῆς οἰκείας εἰς τὴν Βαβυλῶνα, μετὰ πάντων ἀνήξειν τῶν τοῦ ναοῦ σκευῶν, ὧν ἐσύλησεν βασιλεὺς ἐκ τοῦ νεώ. [112] τἀναντία δὲ τούτων καὶ ἀληθῆ προελθὼν Ἱερεμίας προεφήτευσεν, ὡςποιοῦσι μὲν κακῶς καὶ ἐξαπατῶσι τὸν βασιλέα, παρὰ δὲ τῶν Αἰγυπτίων οὐδὲν αὐτοῖς ἐστιν ὄφελος, ἀλλὰ νικήσας αὐτοὺς Βαβυλώνιος ἐπιστρατεύσειν εἰς τὰ Ἱεροσόλυμα μέλλει, καὶ πολιορκήσει τε καὶ τῷ λιμῷ διαφθερεῖ τὸν δῆμον, καὶ τοὺς περιλειφθέντας αἰχμαλώτους ἄξει, καὶ τὰς οὐσίας διαρπάσει, καὶ τὸν ἐν τῷ ναῷ πλοῦτον ἐκφορήσας ἔτι καὶ αὐτὸν ἐμπρήσει καὶ κατασκάψει τὴν πόλιν, καὶ δουλεύσομεν αὐτῷ καὶ τοῖς ἐγγόνοις αὐτοῦ ἐπ᾽ ἔτη ἑβδομήκοντα. [113] παύσουσι δ᾽ ἡμᾶς τότε τῆς ὑπ᾽ αὐτοῖς δουλείας Πέρσαι τε καὶ Μῆδοι καταλύσαντες Βαβυλωνίους, ἀφ᾽ ὧν εἰς τήνδε ἀπολυθέντες οἰκοδομήσομεν τὸν ναὸν πάλιν καὶ τὰ Ἱεροσόλυμα καταστήσομεν.’ [114] ταῦτα λέγων Ἱερεμίας ὑπὸ μὲν τῶν πλειόνων ἐπιστεύετο, οἱ δὲ ἡγεμόνες καὶ οἱ ἀσεβεῖς ὡς ἐξεστηκότα τῶν φρενῶν αὐτὸν οὕτως ἐξεφαύλιζον. δόξαν δὲ αὐτῷ που καὶ εἰς τὴν πατρίδα παραγενέσθαι λεγομένην Ἀναθὼθ σταδίους δ᾽ ἀπέχουσαν τῶν Ἱεροσολύμων εἴκοσι, συντυχὼν κατὰ τὴν ὁδὸν τῶν ἀρχόντων τις συλλαβὼν κατέσχε συκοφαντῶν ὡς πρὸς τοὺς Βαβυλωνίους αὐτομολοῦντα. [115] δὲ ψευδῆ μὲν ἐκεῖνον ἔλεγεν αἰτίαν ἐπιφέρειν αὐτῷ, βαδίζειν δ᾽ αὑτὸν ἔφασκεν εἰς τὴν πατρίδα. δ᾽ οὐ πεισθεὶς ἀλλὰ λαβὼν αὐτὸν ἤγαγεν εἰς δίκην πρὸς τοὺς ἄρχοντας, ὑφ᾽ ὧν πᾶσαν αἰκίαν καὶ βασάνους ὑπομείνας ἐφυλάττετο πρὸς τιμωρίαν. καὶ χρόνον μέν τινα διῆγεν οὕτως ἀδίκως πάσχων τὰ προειρημένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), KIRJATH
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: