previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[103]

Σαχχίας δ᾽ ἦν ἐτῶν μὲν εἴκοσι καὶ ἑνός, ὅτε τὴν ἀρχὴν παρέλαβεν, ὁμομήτριος μὲν Ἰωακείμου τοῦ ἀδελφοῦ αὐτοῦ, τῶν δὲ δικαίων καὶ τοῦ δέοντος ὑπερόπτης: καὶ γὰρ τὴν ἡλικίαν ἦσαν ἀσεβεῖς περὶ αὐτὸν καὶ πᾶς ὄχλος ἐπ᾽ ἐξουσίας ὕβριζεν ἤθελεν: [104] διὸ καὶ προφήτης Ἱερεμίας πρὸς αὐτὸν ἐλθὼν πολλάκις ἐμαρτύρατο κελεύων τὰς μὲν ἄλλας ἀσεβείας καὶ παρανομίας καταλιπεῖν, προνοεῖν δὲ τοῦ δικαίου, καὶ μήτε τοῖς ἡγεμόσι τῷ εἶναι ἐν αὐτοῖς πονηροὺς προσανέχειν μήτε τοῖς ψευδοπροφήταις ἀπατῶσιν αὐτὸν πεπιστευκέναι, ὡς οὐκέτι πολεμήσει τὴν πόλιν Βαβυλώνιος καὶ ὡς Αἰγύπτιοι στρατεύσουσιν ἐπ᾽ αὐτὸν καὶ νικήσουσι: ταῦτα γὰρ οὐκ ἀληθῆ λέγειν οὐδ᾽ οὕτως ὀφείλοντα γενέσθαι. [105] δὲ Σαχχίας ἐφ᾽ ὅσον μὲν ἤκουσε τοῦ προφήτου ταῦτα λέγοντος ἐπείθετο αὐτῷ καὶ συνῄδει πᾶσιν ὡς ἀληθεύουσι καὶ συμφέρον αὐτῷ πεπιστευκέναι: διέφθειρον δὲ πάλιν αὐτὸν οἱ φίλοι καὶ διῆγον ἀπὸ τῶν τοῦ προφήτου πρὸς ἅπερ ἤθελον. [106] προεφήτευσε δὲ καὶ Ἰεζεκίηλος ἐν Βαβυλῶνι τὰς μελλούσας τῷ λαῷ συμφορὰς καὶ γράψας ταῦτα ἔπεμψεν εἰς Ἱεροσόλυμα. ταῖς δὲ προφητείαις αὐτῶν Σαχχίας ἠπίστησεν ἐκ τοιαύτης αἰτίας: τὰ μὲν ἄλλα πάντα συμφωνοῦντα εἰπεῖν συνέβη, ὡς τε πόλις ἁλώσεται καὶ Σαχχίας αὐτὸς αἰχμάλωτος ἔσται, διεφώνησε δὲ Ἰεζεκίηλος εἰπὼν οὐκ ὄψεσθαι Βαβυλῶνα τὸν Σαχχίαν τοῦ Ἱερεμίου φάσκοντος αὐτῷ, ὅτι δεδεμένον αὐτὸν Βαβυλώνιος ἄξει βασιλεύς. [107] καὶ διὰ τὸ μὴ ταὐτὸν αὐτοὺς ἑκατέρους λέγειν καὶ περὶ ὧν συμφωνεῖν ἐδόκουν ὡς οὐδ᾽ ἐκεῖνα ἀληθῆ λέγουσι καταγνούς: καίτοι πάντ᾽ αὐτῷ κατὰ τὰς προφητείας ἀπήντησεν, ἅπερ εὐκαιρότερον δηλώσομεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: