previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99]

Τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα δόντα τὴν βασιλείαν Ἰωακείμῳ παραχρῆμα ἔλαβε δέος: ἔδεισε γάρ, μὴ μνησικακήσας αὐτῷ τῆς τοῦ πατρὸς ἀναιρέσεως ἀποστήσῃ τὴν χώραν αὐτοῦ: πέμψας τοιγαροῦν δύναμιν ἐπολιόρκει τὸν Ἰωάκειμον ἐν τοῖς Ἱεροσολύμοις. [100] δὲ φύσει χρηστὸς ὢν καὶ δίκαιος οὐκ ἠξίου τὴν πόλιν κινδυνεύουσαν δι᾽ αὐτὸν περιορᾶν, ἀλλ᾽ ἀπάρας τὴν μητέρα καὶ τοὺς συγγενεῖς παραδίδωσι τοῖς πεμφθεῖσιν ὑπὸ τοῦ Βαβυλωνίου στρατηγοῖς ὅρκους παρ᾽ αὐτῶν λαβὼν ὑπὲρ τοῦ μηδὲν μήτ᾽ αὐτοὺς παθεῖν μήτε τὴν πόλιν. [101] οἷς οὐδ᾽ ἐνιαυτὸν πίστις ἔμεινεν: οὐ γὰρ ἐφύλαξεν αὐτὴν τῶν Βαβυλωνίων βασιλεύς, ἀλλὰ τοῖς στρατηγοῖς ἐπέστειλεν ἅπαντας τοὺς ἐν τῇ πόλει λαβόντας αἰχμαλώτους νέους τὴν ἡλικίαν καὶ τεχνίτας δεδεμένους ἄγειν πρὸς αὑτόν, ἦσαν δὲ οὗτοι πάντες εἰς μυρίους ὀκτακοσίους τριακονταδύο, καὶ τὸν Ἰωάκειμον μετὰ τῆς μητρὸς καὶ τῶν φίλων. [102] τούτους δὴ κομισθέντας πρὸς αὑτὸν εἶχεν ἐν φυλακῇ: τὸν δὲ θεῖον τοῦ Ἰωακείμου Σαχχίαν ἀπέδειξε βασιλέα ὅρκους παρ᾽ αὐτοῦ λαβών, μὴν φυλάξειν αὐτῷ τὴν χώραν καὶ μηδὲν νεωτερίσειν μηδὲ τοῖς Αἰγυπτίοις εὐνοήσειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: