previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[96]

Μετ᾽ οὐ πολὺν δὲ χρόνον στρατευόμενον ἐπ᾽ αὐτὸν τὸν τῶν Βαβυλωνίων βασιλέα δέχεται κατὰ δέος τῶν προειρημένων ὑπὸ τοῦ προφήτου τούτου, οὐδὲν νομίζων πείσεσθαι δεινὸν μηδὲ ἀποκλείσας μηδὲ πολεμήσας, [97] ἀπελθὼν δ᾽ εἰς αὐτὸν Βαβυλώνιος οὐκ ἐφύλαξε τὰς πίστεις, ἀλλὰ τοὺς ἀκμαιοτάτους καὶ κάλλει διαφέροντας τῶν Ἱεροσολυμιτῶν ἀπέκτεινε μετὰ τοῦ βασιλέως Ἰωακείμου, ὃν ἄταφον ἐκέλευσε ῥιφῆναι πρὸ τῶν τειχῶν: τὸν δὲ υἱὸν αὐτοῦ Ἰωάκειμον κατέστησε βασιλέα τῆς χώρας καὶ τῆς πόλεως. [98] τοὺς δ᾽ ἐν ἀξιώματι τρισχιλίους ὄντας τὸν ἀριθμὸν αὐτοῦ αἰχμαλώτους λαβὼν ἀπήγαγεν εἰς τὴν Βαβυλῶνα: ἐν δὲ τούτοις ἦν καὶ προφήτης Ἰεζεκίηλος παῖς ὤν. καὶ τέλος μὲν τοιοῦτον Ἰωάκειμον τὸν βασιλέα κατέσχε βιώσαντα μὲν ἓξ καὶ τριάκοντα ἔτη βασιλεύσαντα δὲ τούτων ἕνδεκα, δὲ διαδεξάμενος αὐτοῦ τὴν βασιλείαν Ἰωάκειμος, ἐκ μητρὸς μὲν Νοόστης ὄνομα πολίτιδος δέ, ἐβασίλευσε μῆνας τρεῖς ἡμέρας δέκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: