previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[84]

Ἔτος δ᾽ αὐτοῦ τῆς βασιλείας τέταρτον ἤδη ἔχοντος τὴν Βαβυλωνίων ἀρχὴν παραλαμβάνει Ναβουχοδονόσορος ὄνομα, ὃς ὑπὸ τὸν αὐτὸν καιρὸν μετὰ μεγάλης παρασκευῆς ἐπὶ Καρχάμισσαν ἀναβαίνει πόλιν, ἔστι δ᾽ αὕτη πρὸς τῷ Εὐφράτῃ ποταμῷ, διεγνωκὼς πολεμεῖν τῷ τῶν Αἰγυπτίων Νεχαῦ: ὑπὸ τούτῳ γὰρ ἦν ἅπασα Συρία. [85] μαθὼν δὲ τὴν τοῦ Βαβυλωνίου προαίρεσιν καὶ τὴν ἐπ᾽ αὐτὸν στρατείαν Νεχαῦς οὐδὲ αὐτὸς ὠλιγώρησεν, ἀλλὰ σὺν πολλῇ χειρὶ τὸν Ναβουχοδονόσορον ἀμυνούμενος ὥρμησεν ἐπὶ τὸν Εὐφράτην. [86] συμβολῆς δὲ γενομένης ἡττήθη καὶ πολλὰς ἀπέβαλε μυριάδας ἐν τῇ μάχῃ. διαβὰς δὲ τὸν Εὐφράτην Βαβυλώνιος τὴν ἄχρι Πηλουσίου παραλαμβάνει Συρίαν πάρεξ τῆς Ἰουδαίας. [87] τέσσαρα δ᾽ ἔτη βασιλεύοντος ἤδη τοῦ Ναβουχοδονοσόρου ὄγδοον ἦν τῷ Ἰωακείμῳ τῷ τῶν Ἑβραίων ἔχοντι τὴν ἀρχήν, καὶ στρατεύει μετὰ πολλῆς δυνάμεως ἐπὶ τοὺς Ἰουδαίους Βαβυλώνιος φόρους αἰτῶν τὸν Ἰωάκειμον πολεμήσειν ἀπειλῶν. δὲ δείσας τὴν ἀπειλὴν καὶ τὴν εἰρήνην ἀντικαταλλαξάμενος τῶν χρημάτων ἤνεγκεν αὐτῷ φόρους οὓς ἔταξεν ἐπὶ ἔτη τρία.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: