previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[68]

Μετὰ δὲ ταῦτα βασιλεὺς Ἰωσίας πορευθεὶς καὶ πρὸς τοὺς ἄλλους τῶν Ἰσραηλιτῶν, ὅσοι τὴν αἰχμαλωσίαν καὶ τὴν δουλείαν τὴν ὑπὸ τῶν Ἀσσυρίων διέφυγον, ἀφεῖναι μὲν τὰς ἀσεβεῖς πράξεις καὶ τὰς τιμὰς τὰς πρὸς τοὺς ἀλλοτρίους θεοὺς ἐγκαταλιπεῖν ἔπεισε, τὸν δὲ πάτριον καὶ μέγιστον θεὸν εὐσεβεῖν καὶ τούτῳ προσανέχειν: [69] τὰς οἰκίας τε καὶ τὰς κώμας ἠρεύνησε καὶ τὰς πόλεις, μή τις ἔνδον ἔχοι τι τῶν εἰδώλων ὑπονοῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς βασιλευομένοις ἐφεστῶτα ἅρματα, κατεσκεύασαν οἱ πρόγονοι, καὶ εἴ τι ἄλλο τοιοῦτον ἦν προσεκύνουν ὡς θεῷ ἐβάστασε: [70] καὶ καθαρίσας οὕτω τὴν χώραν ἅπασαν εἰς Ἱεροσόλυμα τὸν λαὸν συνεκάλεσε κἀκεῖ τὴν ἀζύμων ἑορτὴν καὶ τὴν πάσχα λεγομένην ἤγαγεν: ἐδωρήσατό τε τῷ λαῷ τὸ πάσχα νεογνοὺς ἐρίφους καὶ ἄρνας δισμυρίους, βοῦς δ᾽ εἰς ὁλοκαυτώματα τρισχιλίους. [71] παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς Λευίταις πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους. [72] καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι. [73] ζήσας δ᾽ ἐν εἰρήνῃ μετὰ ταῦτα Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: