previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[57]

Ὄγδοον δ᾽ ἤδη καὶ δέκατον τῆς βασιλείας ἔτος ἔχων πέμπει πρὸς Ἐλιακίαν τὸν ἀρχιερέα κελεύων τὸ περισσὸν χωνεύσαντα ποιῆσαι κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας εἰς τὴν διακονίαν, ἔτι δὲ καὶ ὅσος ἂν χρυσὸς ἐν τοῖς θησαυροῖς καὶ ἄργυρος καὶ τοῦτον προκομίσαντας εἰς τοὺς κρατῆρας ὁμοίως καὶ τὰ τοιαῦτα σκεύη δαπανῆσαι. [58] προκομίζων δὲ τὸν χρυσὸν ἀρχιερεὺς Ἐλιακίας ἐντυγχάνει ταῖς ἱεραῖς βίβλοις ταῖς Μωυσέος ἐν τῷ ναῷ κειμέναις καὶ προκομίσας δίδωσι τῷ γραμματεῖ Σαφᾷ. δὲ ἀναγνοὺς παραγίνεται πρὸς τὸν βασιλέα καὶ πάντα ὅσα κελεύει γενέσθαι τέλος ἔχοντα ἐδήλου, παρανέγνω δ᾽ αὐτῷ καὶ τὰς βίβλους αὐτῶν. [59] ἀκούσας δὲ καὶ περιρρηξάμενος τὴν ἐσθῆτα τὸν ἀρχιερέα καλέσας Ἐλιακίαν καὶ αὐτὸν τὸν γραμματέα καὶ τῶν ἀναγκαιοτάτων φίλων τινὰς ἔπεμψε πρὸς τὴν προφῆτιν Ὀολδά, γυναῖκα δὲ Σαλλούμου τῶν ἐν δόξῃ τινὸς καὶ δι᾽ εὐγένειαν ἐπιφανοῦς, καὶ προσελθόντας ἐκέλευε λέγειν ἱλάσκεσθαι τὸν θεὸν καὶ πειρᾶσθαι ποιεῖν εὐμενῆ: δέος γὰρ εἶναι, μὴ παραβάντων τοὺς Μωυσέος νόμους τῶν προγόνων αὐτῶν κινδυνεύσωσιν ἀνάστατοι γενέσθαι καὶ τῆς οἰκείας ἐκπεσόντες ἐπ᾽ ἀλλοτρίας ἔρημοι πάντων καταστρέψωσιν οἰκτρῶς τὸν βίον. [60] ἀκούσασα δ᾽ προφῆτις παρὰ τῶν πεμφθέντων ταῦτα δι᾽ αὐτῶν ὧν ἐπέστειλεν βασιλεὺς ἐκέλευσεν αὐτοὺς ἀπελθόντας πρὸς τὸν βασιλέα λέγειν, ὅτι τὸ μὲν θεῖον ἤδη κατ᾽ αὐτῶν ψῆφον ἤνεγκεν, ἣν οὐχ ἱκεσίαις ἄν τις ἄκυρον ποιήσειεν, ἀπολέσαι τὸν λαὸν καὶ τῆς χώρας ἐκβαλεῖν καὶ πάντων ἀφελέσθαι τῶν νῦν παρόντων ἀγαθῶν παραβάντας τοὺς νόμους καὶ τοσούτῳ μεταξὺ χρόνῳ μὴ μετανοήσαντας, τῶν τε προφητῶν τοῦτο παραινούντων σωφρονεῖν καὶ τὴν ἐπὶ τοῖς ἀσεβήμασι τιμωρίαν προλεγόντων: [61] ἥν, ἵνα πεισθῶσιν, ὅτι θεός ἐστι καὶ οὐδὲν ἐψεύδετο τούτων ὧν αὐτοῖς διὰ τῶν προφητῶν κατήγγειλε, πάντως αὐτοῖς ποιήσειν. δι᾽ αὐτὸν μέντοι δίκαιον γενόμενον ἐφέξειν ἔτι τὰς συμφοράς, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν τὰ κατεψηφισμένα πάθη τοῖς ὄχλοις ἐπιπέμψειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: