previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30]

Ἐν τούτῳ δὲ τῷ χρόνῳ συνέβη τὴν τῶν Ἀσσυρίων ἀρχὴν ὑπὸ Μήδων καταλυθῆναι: δηλώσω δὲ περὶ τούτων ἐν ἑτέροις. δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλάδας ὄνομα πέμψας πρὸς τὸν Ἐζεκίαν πρέσβεις δῶρα κομίζοντας σύμμαχόν τε αὐτὸν εἶναι παρεκάλει καὶ φίλον. [31] δὲ τοὺς πρεσβευτὰς ἡδέως ἀποδεξάμενος ἑστιασάμενός τε καὶ τοὺς θησαυροὺς ἐπιδείξας αὐτοῖς καὶ τὴν τῶν ὅπλων παρασκευὴν καὶ τὴν ἄλλην πολυτέλειαν, ὅσην ἐν λίθοις εἶχε καὶ χρυσῷ, δῶρά τε δοὺς κομίζειν τῷ Βαλάδῳ πρὸς αὐτὸν ἀπέλυσεν. [32] Ἡσαΐου δὲ τοῦ προφήτου πρὸς αὐτὸν ἀφικομένου καὶ πυνθανομένου πόθεν εἶεν οἱ παρόντες, ἐκ Βαβυλῶνος ἔλεγε παρὰ τοῦ θεοῦ ἐλθεῖν αὐτούς: ἐπιδεῖξαι δὲ πάντ᾽ αὐτοῖς, ὅπως ἰδόντες τὸν πλοῦτον καὶ τὴν δύναμιν ἐκ τούτου στοχαζόμενοι σημαίνειν ἔχωσι τῷ βασιλεῖ. δὲ προφήτης ὑποτυχώνἴσθι[33] , φησίν, ‘οὐ μετ᾽ ὀλίγον χρόνον εἰς Βαβυλῶνά σου τοῦτον μετατεθησόμενον τὸν πλοῦτον καὶ τοὺς ἐκγόνους εὐνουχισθησομένους καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίῳ δουλεύσοντας βασιλεῖ: ταῦτα γὰρ προλέγειν τὸν θεόν.’ [34] δ᾽ Ἐζεκίας λυπηθεὶς ἐπὶ τοῖς εἰρημένοις ἔφη μὲν οὐκ ἂν βούλεσθαι τοιαύταις συμφοραῖς τὸ ἔθνος αὐτοῦ περιπεσεῖν, ἐπεὶ δ᾽ οὐκ εἶναι δυνατὸν τὰ τῷ θεῷ δεδογμένα μεταβαλεῖν, ηὔχετο μέχρι τῆς αὐτοῦ ζωῆς εἰρήνην ὑπάρξαι. μνημονεύει δὲ τοῦ τῶν Βαβυλωνίων βασιλέως Βαλαδᾶ Βηρωσός. [35] ὢν δ᾽ οὗτος προφήτης θεῖος ὁμολογουμένως καὶ θαυμάσιος τὴν ἀλήθειαν, πεποιθὼς τῷ μηδὲν ὅλως ψευδὲς εἰπεῖν ἅπανθ᾽ ὅσα προεφήτευσεν ἐγγράψας βίβλοις κατέλιπεν ἐκ τοῦ τέλους γνωρισθησόμενα τοῖς αὖθις ἀνθρώποις. καὶ οὐχ οὗτος μόνος προφήτης, ἀλλὰ καὶ ἄλλοι δώδεκα τὸν ἀριθμὸν τὸ αὐτὸ ἐποίησαν, καὶ πᾶν εἴ τι φαῦλον γίνεται παρ᾽ ἡμῖν κατὰ τὴν ἐκείνων ἀποβαίνει προφητείαν. ἀλλὰ τούτων μὲν αὖθις ἐξαγγελοῦμεν ἕκαστον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: