previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24]

Ἐζεκίας δ᾽ βασιλεὺς παραδόξως ἀπαλλαγεὶς τῶν φόβων χαριστηρίους σὺν ἅπαντι τῷ λαῷ θυσίας ἐπετέλεσε τῷ θεῷ, μηδεμιᾶς ἄλλης αἰτίας τῶν πολεμίων τοὺς μὲν διαφθειράσης τοὺς δὲ φόβῳ τῆς ὁμοίας τελευτῆς ἀπαλλαξάσης ἀπὸ τῶν Ἱεροσολυμιτῶν τῆς συμμαχίας τῆς ἀπὸ τοῦ θεοῦ. [25] πάσῃ δὲ χρησάμενος σπουδῇ καὶ φιλοτιμίᾳ περὶ τὸν θεὸν μετ᾽ οὐ πολὺ νόσῳ χαλεπῇ περιπεσὼν ἀπέγνωστο μὲν ὑπὸ τῶν ἰατρῶν, χρηστὸν δὲ περὶ αὑτοῦ οὐδὲν προσδοκῶν, οὐδὲ γὰρ οἱ φίλοι. τῇ δὲ νόσῳ προσετίθετο καὶ ἀθυμία δεινὴ ὑπὸ τοῦ βασιλέως αὐτοῦ τὴν ἀπαιδίαν λογιζομένου, καὶ ὅτι μέλλοι τελευτᾶν ἔρημον καταλιπὼν τὸν οἶκον καὶ τὴν ἀρχὴν γνησίας διαδοχῆς. [26] κάμνων οὖν ὑπ᾽ αὐτῆς τῆς ἐννοίας μάλιστα καὶ ὀδυρόμενος ἱκέτευε τὸν θεὸν αὐτῷ ζωῆς ὀλίγον χρόνον προσεπιδοῦναι μέχρι τέκνων γονῆς, καὶ μὴ πρότερον πατὴρ γένηται τὴν ψυχὴν αὐτὸν ἐᾶσαι καταλιπεῖν. [27] ἐλεήσας δὲ αὐτὸν θεὸς καὶ τῆς αἰτήσεως ἀποδεξάμενος, ὅτι μὴ διὰ τὸ μέλλειν στέρεσθαι τῶν ἐκ τῆς βασιλείας ἀγαθῶν ὠδύρετο τὴν ὑπονοηθεῖσαν τελευτὴν ἔτι τε χρόνον ζωῆς αὐτῷ δεηθείη παρασχεῖν, ἀλλὰ τοῦ παῖδας αὐτῷ γενέσθαι τοὺς ὑποδεξομένους τὴν ἡγεμονίαν ἐκείνου, πέμψας Ἡσαΐαν τὸν προφήτην ἐκέλευσε δηλοῦν αὐτῷ, ὅτι καὶ διαφεύξεται τὴν νόσον μετὰ τρίτην ἡμέραν καὶ βιώσεται μετ᾽ αὐτὴν ἔτη πεντεκαίδεκα καὶ παῖδες αὐτῷ γενήσονται. [28] ταῦτα τοῦ προφήτου φήσαντος κατ᾽ ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς νόσου καὶ τὸ παράδοξον τῶν ἀπηγγελμένων ἀπιστῶν σημεῖόν τι καὶ τεράστιον ἠξίου ποιῆσαι τὸν Ἡσαΐαν, ἵνα αὐτῷ πιστεύσῃ λέγοντι ταῦτα ἥκοντι παρὰ τοῦ θεοῦ: τὰ γὰρ παράλογα καὶ μείζω τῆς ἐλπίδος τοῖς ὁμοίοις πιστοῦται πράγμασιν. [29] ἐρωτήσαντος δ᾽ αὐτὸν τί βούλεται σημεῖον γενέσθαι, τὸν ἥλιον ἠξίωσεν, ἐπειδὴ σκιὰν ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ἤδη πεποίηκεν ἐν τῇ οἰκίᾳ, ἐπὶ τὸν αὐτὸν ἀναστρέψαι τόπον ποιήσας αὐτὴν πάλιν παρασχεῖν. τοῦ δὲ προφήτου τὸν θεὸν παρακαλέσαντος, ὥστε τὸ σημεῖον τοῦτ᾽ ἐπιδεῖξαι τῷ βασιλεῖ, ἰδὼν ὅπερ ἤθελεν εὐθὺς λυθεὶς τῆς νόσου ἄνεισιν εἰς τὸ ἱερὸν καὶ τῷ θεῷ προσκυνήσας εὐχὰς ἐποιήσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: