previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[254]

δὲ βασιλεὺς οὐ συνιδὼν τὴν κακουργίαν οὐδ᾽ ἐπὶ τὸν Δανίηλον ταῦτα κατεσκευασμένους ὑπονοήσας ἀρέσκεσθαι τοῖς ὑπ᾽ αὐτῶν ἔφη δεδογμένοις, καὶ κυρώσειν τὴν προαίρεσιν αὐτῶν ἐπαγγελλόμενος προτίθησι πρόγραμμα δηλοῦν τῷ πλήθει τὰ δόξαντα τοῖς σατράπαις. [255] καὶ οἱ μὲν ἄλλοι πάντες φυλαττόμενοι τὰ προστεταγμένα μὴ παραβῆναι ἠρέμουν, Δανιήλῳ δὲ φροντὶς οὐδ᾽ ἡτισοῦν τούτων ἦν, ἀλλ᾽ ὡς ἔθος εἶχεν ἱστάμενος ηὔχετο τῷ θεῷ πάντων ὁρώντων. [256] οἱ δὲ σατράπαι τῆς ἀφορμῆς αὐτοῖς ἣν ἐσπούδαζον λαβεῖν ἐπὶ τὸν Δανίηλον παραφανείσης εὐθὺς ἧκον πρὸς τὸν βασιλέα καὶ κατηγόρουν ὡς παραβαίνοντος μόνου τοῦ Δανιήλου τὰ προστεταγμένα: μηδενὸς γὰρ τῶν ἄλλων τολμῶντος προσεύχεσθαι τοῖς θεοῖς, καὶ τοῦτ᾽ οὐ δι᾽ ἀσέβειαν, ἀλλὰ διὰ φυλακὴν καὶ διατήρησιν * ὑπὸ τοῦ φθόνου: [257] ἀπὸ γὰρ μείζονος ἧς προσεδόκων εὐνοίας τοῦτο ποιεῖν τὸν Δαρεῖον ὑπολαμβάνοντες, ὡς καὶ καταφρονήσαντι τῶν ἐκείνου προσταγμάτων συγγνώμην ἑτοίμως νέμειν, καὶ αὐτὸ τοῦτο βασκαίνοντες τῷ Δανιήλῳ, οὔτε μετεβάλλοντο πρὸς τὸ ἡμερώτερον, ῥίπτειν δ᾽ αὐτὸν ἠξίουν κατὰ τὸν νόμον εἰς τὸν λάκκον τῶν λεόντων. [258] ἐλπίσας δ᾽ Δαρεῖος, ὅτι ῥύσεται τὸ θεῖον αὐτὸν καὶ οὐδὲν μὴ πάθῃ δεινὸν ὑπὸ τῶν θηρίων, ἐκέλευσεν αὐτῷ εὐθύμως φέρειν τὰ συμβαίνοντα: καὶ βληθέντος εἰς τὸν λάκκον σφραγίσας τὸν ἐπὶ τοῦ στομίου κείμενον ἀντὶ θύρας λίθον ἀνεχώρησε, δι᾽ ὅλης δ᾽ ἄσιτος τῆς νυκτὸς καὶ ἄυπνος διῆγεν ἀγωνιῶν περὶ τοῦ Δανιήλου: [259] μεθ᾽ ἡμέραν δὲ ἀναστὰς ἐπὶ τὸν λάκκον ἦλθε καὶ σωζομένην τὴν σφραγῖδα εὑρών, σημηνάμενος τὸν λίθον κατελελοίπει, ἀνοίξας ἀνεβόησε καλῶν τὸν Δανίηλον καὶ πυνθανόμενος εἰ σώζεται. τοῦ δὲ ἐπακούσαντος τῷ βασιλεῖ καὶ μηδὲν παθεῖν εἰπόντος, ἐκέλευσεν αὐτὸν ἀνελκυσθῆναι ἐκ τοῦ λάκκου τοῦ τῶν θηρίων. [260] οἱ δὲ ἐχθροὶ θεασάμενοι τὸν Δανίηλον μηδὲν πεπονθότα δεινὸν διὰ μὲν τὸ θεῖον καὶ τὴν τούτου πρόνοιαν οὐκ ἠξίουν αὐτὸν σώζεσθαι, πεπληρωμένους δὲ τοὺς λέοντας τροφῆς μὴ ἅψασθαι μηδὲ προσελθεῖν τῷ Δανιήλῳ νομίζοντες τοῦτο ἔλεγον πρὸς τὸν βασιλέα. [261] δὲ μισήσας αὐτοὺς τῆς πονηρίας παραβληθῆναι μὲν πολλὰ κελεύει τοῖς λέουσι κρέα, κορεσθέντων δ᾽ αὐτῶν τοὺς ἐχθροὺς τοῦ Δανιήλου προσέταξεν εἰς τὸν λάκκον βληθῆναι, ὅπως εἰ διὰ κόρον αὐτοῖς οὐ προσήξουσιν οἱ λέοντες μάθοι. [262] σαφὲς δ᾽ ἐγένετο τῷ Δαρείῳ τῶν σατραπῶν παραβληθέντων τοῖς θηρίοις, ὅτι τὸ θεῖον ἔσωσε τὸν Δανίηλον: οὐδενὸς γὰρ αὐτῶν ἐφείσαντο οἱ λέοντες, ἀλλὰ πάντας διεσπάραττον ὡσανεὶ σφόδρα λιμώττοντες καὶ τροφῆς ἐνδεεῖς. ἠρέθισε δ᾽ αὐτοὺς οὐ τὸ πεινῆν οἶμαι μικρὸν ἔμπροσθεν ἀφθόνων κρεῶν πεπληρωμένους, ἀλλ᾽ τῶν ἀνθρώπων κακία, δήλη γὰρ καὶ τοῖς ἀλόγοις ζῴοις ἦν αὕτη, πρὸς τιμωρίαν γένοιτο τοῦ θεοῦ προαιρουμένου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: