previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[239]

Ταῦτ᾽ ἀκούσας καλεῖ τὸν Δανίηλον Βαλτασάρης καὶ διαλεχθεὶς ὡς πύθοιτο περὶ αὐτοῦ καὶ τῆς σοφίας, ὅτι θεῖον αὐτῷ πνεῦμα συμπάρεστι καὶ μόνος ἐξευρεῖν ἱκανώτατος μὴ τοῖς ἄλλοις εἰς ἐπίνοιαν ἔρχεται, φράζειν αὐτῷ τὰ γεγραμμένα καὶ τί σημαίνει μηνύειν ἠξίου: [240] τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφ᾽ τούτων ἔτυχε πυνθανομένοις. [241] Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου: τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δ᾽ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδ᾽ οἷς πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι: [242] ἀλλὰ καὶ Ναβουχοδονοσόρου μεταστάντος εἰς δίαιταν θηρίων ἐφ᾽ οἷς ἠσέβησε καὶ μετὰ πολλὰς ἱκεσίας καὶ δεήσεις ἐλεηθέντος ἐπανελθεῖν εἰς τὸν ἀνθρώπινον βίον καὶ τὴν βασιλείαν, καὶ διὰ ταῦτα τὸν θεὸν ὡς τὴν ἅπασαν ἔχοντα δύναμιν καὶ προνοούμενον τῶν ἀνθρώπων μέχρις οὗ καὶ ἐτελεύτησεν ὑμνοῦντος, λήθην αὐτὸς ἔλαβε τούτων καὶ πολλὰ μὲν ἐβλασφήμησε τὸ θεῖον, τοῖς δὲ σκεύεσιν αὐτοῦ μετὰ τῶν παλλακίδων διηκονεῖτο. [243] ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε: μάνη: τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν θεὸς καὶ περισσεύειν ἔτι σοι βραχὺν χρόνον. [244] θέκελ: σημαίνει τοῦτο τὸν σταθμόν: στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές: καὶ τοῦτο κλάσμα δηλοῖ καθ᾽ Ἑλλάδα γλῶτταν: κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: