previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21]

Ὑποστρέψας δ᾽ Σεναχείριμος ἀπὸ τῶν Αἰγυπτίων πολέμων εἰς τὰ Ἱεροσόλυμα, καταλαβὼν ἐκεῖ τὴν ὑπὸ τῷ στρατηγῷ Ῥαψάκῃ δύναμιν * τοῦ θεοῦ λοιμικὴν ἐνσκήψαντος αὐτοῦ τῷ στρατῷ νόσον κατὰ τὴν πρώτην νύκτα τῆς πολιορκίας διαφθείρονται μυριάδες ὀκτωκαίδεκα καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. [22] ὑπὸ ταύτης δὲ τῆς συμφορᾶς εἰς φόβον καὶ δεινὴν ἀγωνίαν καταστὰς καὶ δείσας περὶ τῷ στρατῷ παντὶ φεύγει μετὰ τῆς λοιπῆς δυνάμεως εἰς τὴν αὑτοῦ βασιλείαν τὴν Νίνου προσαγορευθεῖσαν. [23] καὶ διατρίψας ἐν αὐτῇ ὀλίγον χρόνον δολοφονηθεὶς ὑπὸ τῶν πρεσβυτέρων παίδων Ἀνδρομάχου καὶ Σελευκάρου τελευτᾷ τὸν βίον καὶ ἀνετέθη τῷ ἰδίῳ ναῷ Ἀράσκῃ λεγομένῳ. καὶ οἱ μὲν φυγαδευθέντες ἐπὶ τῷ φόνῳ τοῦ πατρὸς ὑπὸ τῶν πολιτῶν εἰς τὴν Ἀρμενίαν ἀπῆραν, διαδέχεται δὲ τὴν βασιλείαν τῶν μετ᾽ αὐτοὺς καταφρονῶν τοῦ Σεναχειρίμου Ἀσαραχόδδας. καὶ τὸ μὲν τῆς Ἀσσυρίων στρατείας τῆς ἐπὶ τοὺς Ἱεροσολυμίτας τέλος τοιοῦτο συνέβη γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: