previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11]

Ταῦτ᾽ ἀκούσαντες τε δῆμος καὶ οἱ πρέσβεις τοῦ στρατηγοῦ τῶν Ἀσσυρίων λέγοντος ἀπήγγειλαν Ἐζεκίᾳ. δὲ πρὸς ταῦτα τὴν βασιλικὴν ἀποδὺς ἐσθῆτα, ἀμφιασάμενος δὲ σάκκους καὶ σχῆμα ταπεινὸν ἀναλαβὼν τῷ πατρίῳ νόμῳ πεσὼν ἐπὶ πρόσωπον τὸν θεὸν ἱκέτευε καὶ βοηθῆσαι τῷ μηδεμίαν ἄλλην ἐλπίδα ἔχοντι σωτηρίας ἠντιβόλει. [12] πέμψας δὲ καὶ τῶν φίλων τινὰς καὶ τῶν ἱερέων πρὸς Ἡσαΐαν τὸν προφήτην ἠξίου δεηθῆναι τοῦ θεοῦ καὶ ποιησάμενον θυσίας ὑπὲρ τῆς κοινῆς σωτηρίας παρακαλεῖν αὐτὸν νεμεσῆσαι μὲν ταῖς τῶν πολεμίων ἐλπίσιν, ἐλεῆσαι δὲ τὸν αὐτοῦ λαόν. [13] δὲ προφήτης ταῦτα ποιήσας χρηματίσαντος αὐτῷ τοῦ θεοῦ παρεθάρρυνεν αὐτόν τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους προλέγων ἀμαχητὶ τοὺς πολεμίους ἡττηθέντας ἀναχωρήσειν αἰσχρῶς καὶ οὐχὶ μεθ᾽ οἵου νῦν εἰσι θράσους: [14] τὸν γὰρ θεὸν προνοεῖν ὅπως διαφθαρῶσι: καὶ αὐτὸν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων Σεναχείριμον διαμαρτόντα τῶν ἐπὶ τὴν Αἴγυπτον πραγμάτων καὶ ἐπανερχόμενον εἰς τὴν οἰκείαν ἀπολεῖσθαι σιδήρῳ προύλεγεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: