previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5]

Ὡς δ᾽ ἐλθόντες πρὸ τῶν τειχῶν ἐστρατοπεδεύσαντο, πέμψαντες πρὸς τὸν Ἐζεκίαν ἠξίουν αὐτὸν ἐλθεῖν εἰς λόγους. δὲ αὐτὸς μὲν ὑπὸ δειλίας οὐ πρόεισι, τρεῖς δὲ τοὺς ἀναγκαιοτάτους φίλους αὐτῷ ἐξέπεμψε, τὸν τῆς βασιλείας ἐπίτροπον Ἐλιακίαν ὄνομα καὶ Σουβαναῖον καὶ Ἰώανον τὸν ἐπὶ τῶν ὑπομνημάτων. [6] οὗτοι μὲν οὖν προελθόντες ἀντικρὺ τῶν ἡγεμόνων τῆς στρατιᾶς τῶν Ἀσσυρίων ἔστησαν, θεασάμενος δ᾽ αὐτοὺς στρατηγὸς Ῥαψάκης ἐκέλευσεν ἀπελθόντας Ἐζεκίᾳ λέγειν, ὅτι βασιλεὺς μέγας Σεναχείριμος πυνθάνεται αὐτοῦ, τίνι θαρρῶν καὶ πεποιθὼς φεύγει δεσπότην αὐτοῦ καὶ ἀκροάσασθαι μὴ θέλει καὶ τὴν στρατιὰν οὐ δέχεται τῇ πόλει; διὰ τοὺς Αἰγυπτίους τὴν αὐτοῦ στρατιὰν ἐλπίζων ὑπ᾽ ἐκείνων αὐτῶν καταγωνίσασθαι; [7] εἰ δὲ τοῦτο προσδοκᾷ, δηλοῦν αὐτῷ, ὅτι ἀνόητός ἐστι καὶ ὅμοιος ἀνθρώπῳ, ὃς καλάμῳ ἐπερειδόμενος τεθλασμένῳ πρὸς τῷ καταπεσεῖν ἔτι καὶ τὴν χεῖρα διαπαρεὶς ᾔσθετο τῆς βλάβης. εἰδέναι δ᾽ ὅτι καὶ βουλήσει θεοῦ τὴν ἐπ᾽ αὐτὸν στρατείαν πεποίηται, ὃς αὐτῷ καταστρέψασθαι καὶ τὴν τῶν Ἰσραηλιτῶν βασιλείαν δέδωκεν, ‘ἵνα τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀρχομένους ὑπ᾽ αὐτοῦ διαφθείρῃ.’ [8] ταῦτα δὲ τὸν Ῥαψάκην ἑβραϊστὶ λέγοντα, ‘τῆς γὰρ γλώττης εἶχεν ἐμπείρως, Ἐλιάκειμος φοβούμενος, μὴ τὸ πλῆθος ἐπακοῦσαν εἰς ταραχὴν ἐμπέσῃ, συριστὶ φράζειν ἠξίου. συνεὶς δ᾽ στρατηγὸς τὴν ὑπόνοιαν αὐτοῦ καὶ τὸ ἐπ᾽ αὐτῷ δέος μείζονι καὶ διατόρῳ τῇ φωνῇ χρώμενος ἀπεκρίνατο αὐτῷ ἑβραϊστὶ λέγειν, ὅπως ἀκούσαντες τὰ τοῦ βασιλέως προστάγματα πάντες τὸ συμφέρον ἕλωνται παραδόντες αὑτοὺς ἡμῖν: [9] δῆλον γὰρ ὡς τὸν λαὸν ὑμεῖς τε καὶ βασιλεὺς ἐλπίσι παρακρουόμενοι ματαίαις ἀντέχειν πείθετε. εἰ δὲ θαρρεῖτε καὶ τὴν δύναμιν ἡμῶν ἀπώσεσθαι νομίζετε, δισχιλίους ἐκ τῆς ἐμοὶ παρούσης ἵππους ἕτοιμός εἰμι ὑμῖν παρέχειν, οἷς ἰσαρίθμους ἐπιβάτας δόντες ἐμφανίσατε τὴν αὑτῶν δύναμιν: ἀλλ᾽ οὐκ ἂν οὕς γε μὴ ἔχετε τούτους δῴητε. [10] τί τοιγαροῦν βραδύνετε παραδιδόναι σφᾶς αὐτοὺς τοῖς κρείττοσι καὶ ληψομένοις ὑμᾶς καὶ μὴ θέλοντας; καίτοι τὸ μὲν ἑκούσιον τῆς παραδόσεως ἀσφαλὲς ὑμῖν, τὸ δὲ ἀκούσιον πολεμουμένοις ἐπικίνδυνον καὶ συμφορῶν αἴτιον φανεῖται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: