previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[148]

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον: Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς: τούτου δὲ Σεροῦγος, Ναχώρης υἱὸς τίκτεται: τούτου δὲ Θέρρος: πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δ᾽ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο. [149] Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον: Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε: Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν: Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν: ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν: [150] Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν: Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος. [151] Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην: τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος. [152] Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια: συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθ᾽ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθ᾽ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι. [153] Ναχώρῃ μὲν οὖν ἐκ τῆς Μελχᾶς ὀκτὼ παῖδες ἐγένοντο, Οὖξος Βαοῦξος Μαουῆλος Ζάχαμος Ἀζαοῦος Ἰαδελφᾶς Ἰαδαφᾶς Βαθουῆλος: οὗτοι μὲν Ναχώρου παῖδες γνήσιοι: Ταβαῖος γὰρ καὶ Γάδαμος καὶ Τααῦος καὶ Μαχᾶς ἐκ Ῥούμας παλλακῆς αὐτῷ γεγόνασι. Βαθουήλῳ δὲ τῶν Ναχώρου γνησίων παίδων γίνεται Ῥεβέκκα θυγάτηρ καὶ Λάβανος υἱός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: