previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[72]

Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλ᾽ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότ᾽ ἐπιδεικνύμενοι δι᾽ ὧν ἔπραττον: ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν. [73] πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν: ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφ᾽ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται. [74] Νῶχος δὲ τοῖς πραττομένοις ὑπ᾽ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δ᾽ οὐκ ἐνδιδόντας, ἀλλ᾽ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: